Examenvragen syntaxis Griekse taal en cultuur vwo
17 vragen over syntaxis uit 11 centrale examens van 2018 tot en met 2025.
Syntaxis komt in 11 van de 18 examens Griekse taal en cultuur vwo voor, met 17 vragen (4% van alle examenvragen). Het meest in 2025, tijdvak 1 (3 vragen). Je oefent de vragen online en het AI-model kijkt ze na volgens het correctievoorschrift.
Alle examenvragen over syntaxis
Per examen de vragen over syntaxis, nieuwste eerst, met de tekst van de opgave erbij. Onder elke vraag klap je het antwoord uit het correctievoorschrift open.
Oefen de vragen over dit onderwerp online
2025, tijdvak 1: Tekst 1
Opgavetekst
Tekst 1 Creon geeft zijn visie op het besturen van de staat.
170 Ὅτ᾿ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
171 καθ᾿ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
172 πληγέντες αὐτόχειρι σὺν μιάσματι,
173 ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
174 γένους κατ᾿ ἀγχιστεῖα τῶν ὀλωλότων.
175 Ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
176 ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
177 ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
178 Ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
179 μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
180 ἀλλ᾿ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
181 κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
182 καὶ μείζον᾿ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
183 φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
184 Ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾿ ὁρῶν ἀεί,
185 οὔτ᾿ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
186 στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
187 οὔτ᾿ ἂν φίλον ποτ᾿ ἄνδρα δυσμενῆ χθονὸς
188 θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
189 ἥδ᾿ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
190 πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
191 Τοιοῖσδ᾿ ἐγὼ νόμοισι τήνδ᾿ αὔξω πόλιν.
192 Καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
193 ἀστοῖσι παίδων τῶν ἀπ᾿ Οἰδίπου πέρι·
194 Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195 ὄλωλε τῆσδε, πάντ᾿ ἀριστεύσας δορί,
196 τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾿ ἐφαγνίσαι
197 ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς·
198 τὸν δ᾿ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
199 ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
200 φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
201 πρῆσαι κατ᾿ ἄκρας, ἠθέλησε δ᾿ αἵματος
202 κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
203 τοῦτον πόλει τῇδ᾿ ἐκκεκήρυκται τάφῳ
204 μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
205 ἐᾶν δ᾿ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
206 καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ᾿ ἰδεῖν.
207 Τοιόνδ᾿ ἐμὸν φρόνημα, κοὔποτ᾿ ἔκ γ᾿ ἐμοῦ
208 τιμῇ προέξουσ᾿ οἱ κακοὶ τῶν ἐνδίκων.
209 Ἀλλ᾿ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
210 καὶ ζῶν ὁμοίως ἔκ γ᾿ ἐμοῦ τιμήσεται.
Aantekeningen
regel 174 τὸ ἀγχιστεῖον: verwantschap
regel 177 ἐντριβής + dativus: ervaren in
regel 178 εὐθύνω: besturen
regel 180 ἐγκλῄω: sluiten
regel 194 ὑπερμαχέω + genitivus: verdedigen
regel 196 ἐφαγνίζω: als grafgift meegeven
regel 198 ὁ ξύναιμος: broer
regel 203 ἐκκηρύσσω: afkondigen
regel 204 κτερίζω: plechtig begraven
regel 205 ἄθαπτος: onbegraven
regel 206 ἐδεστός: aangevreten
Sophocles, Antigone 170-210
Vraag 7 1 punt
Regel 192 τῶνδε. Met τῶνδε wordt verwezen naar
Bekijk het antwoord
Antwoord: B
Vraag 9 1 punt
Regel 198 τὸν t/m λέγω en regel 198-206 τὸν t/m ἰδεῖν. Verdedig de stelling dat Creons minachting voor Polynices wordt benadrukt door de woordvolgorde in dit tekstgedeelte.
Bekijk het antwoord
- Noemt dat Creon de naam van Polynices pas noemt nadat hij hem heeft omschreven, dus niet direct (1p)
2025, tijdvak 1: Tekst 2
Opgavetekst
Tekst 2 Creon in gesprek met Haemon.
Χο. Ἄναξ, σέ τ᾿ εἰκός, εἴ τι καίριον λέγει, 724
μαθεῖν, σέ τ᾿ αὖ τοῦδ᾿· εὖ γὰρ εἴρηται διπλῇ. 725
Κρ. Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ 726
φρονεῖν πρὸς ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; 727
Αι. Μηδέν γ᾿ ὃ μὴ δίκαιον· εἰ δ᾿ ἐγὼ νέος, 728
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. 729
Κρ. Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; 730
Αι. Οὐδ᾿ ἂν κελεύσαιμ᾿ εὐσεβεῖν ἐς τοὺς κακούς. 731
Κρ. Οὐχ ἥδε γὰρ τοιᾷδ᾿ ἐπείληπται νόσῳ; 732
Αι. Οὔ φησι Θήβης τῆσδ᾿ ὁμόπτολις λεώς. 733
Κρ. Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; 734
Αι. Ὁρᾷς τόδ᾿ ὡς εἴρηκας ὡς ἄγαν νέος; 735
Κρ. Ἄλλῳ γὰρ ἢ ᾿μοὶ χρή με τῆσδ᾿ ἄρχειν χθονός; 736
Αι. Πόλις γὰρ οὐκ ἔσθ᾿ ἥτις ἀνδρός ἐσθ᾿ ἑνός. 737
Κρ. Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; 738
Αι. Καλῶς ἐρήμης γ᾿ ἂν σὺ γῆς ἄρχοις μόνος. 739
Κρ. Ὅδ᾿, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. 740
Αι. Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι. 741
Κρ. Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; 742
Αι. Οὐ γὰρ δίκαιά σ᾿ ἐξαμαρτάνονθ᾿ ὁρῶ. 743
Κρ. Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; 744
Αι. Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. 745
Κρ. Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. 746
Αι. Οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. 747
Κρ. Ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. 748
Αι. Καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. 749
Κρ. Ταύτην ποτ᾿ οὐκ ἔσθ᾿ ὡς ἔτι ζῶσαν γαμεῖς. 750
Αι. Ἥδ᾿ οὖν θανεῖται καὶ θανοῦσ᾿ ὀλεῖ τινα. 751
Κρ. Ἦ κἀπαπειλῶν ὧδ᾿ ἐπεξέρχῃ θρασύς; 752
Αι. Τίς δ᾽ ἔστ᾿ ἀπειλὴ πρός σ᾿ ἐμὰς γνώμας λέγειν; 753
Κρ. Κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. 754
Αι. Εἰ μὴ πατὴρ ἦσθ᾿, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν. 755
Κρ. Γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με. 756
Αι. Βούλῃ λέγειν τι καὶ λέγων μηδὲν κλύειν; 757
Κρ. Ἄληθες; Ἀλλ᾿ οὐ, τόνδ᾿ Ὄλυμπον, ἴσθ᾿ ὅτι, 758
χαίρων ἔτι ψόγοισι δεννάσεις ἐμέ. 759
Ἄγετε τὸ μῖσος, ὡς κατ᾿ ὄμματ᾿ αὐτίκα 760
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. 761
Αι. Οὐ δῆτ᾿ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ, 762
οὔθ᾿ ἥδ᾿ ὀλεῖται πλησία, σύ τ᾿ οὐδαμὰ 763
τοὐμὸν προσόψῃ κρᾶτ᾿ ἐν ὀφθαλμοῖς ὁρῶν, 764
ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. 765
Χο. Ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· 766
νοῦς δ᾿ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. 767
Κρ. Δράτω, φρονείτω μεῖζον ἢ κατ᾿ ἄνδρ᾿ ἰών· 768
τὰ δ᾿ οὖν κόρα τάδ᾿ οὐκ ἀπαλλάξει μόρου. 769
Χο. Ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς; 770
Κρ. Οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. 771
Χο. Μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν; 772
Aantekeningen
regel 730 ἀκοσμέω: opstandig zijn
regel 733 ὁμόπτολις: verenigd
regel 740 συμμαχέω + dativus: ondersteunen
regel 741 προκήδομαι + genitivus: bezorgd zijn om
regel 745 πατέω: vertrappen
regel 752 ἐπαπειλέω: dreigen
regel 753 ἡ ἀπειλή: bedreiging
regel 754 φρενόω: terechtwijzen
regel 756 τὸ δούλευμα: slaaf
κωτίλλω: met geklets bedriegen
regel 759 δεννάζω: beledigen
Sophocles, Antigone 724-772
Vraag 22 1 punt
Regel 757 Βούλῃ t/m κλύειν. In dit tekstgedeelte komt een chiasme voor. Neem het volgende schema over en citeer op de plaats van de puntjes de vier Griekse woorden die het chiasme vormen: … (a), … (b), … (b), … (a).
Bekijk het antwoord
- Citeert λέγειν (a), τι (b), μηδὲν (b), κλύειν (a) (1p)
2025, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Ismene presenteert zichzelf aan Creon als medeplichtige.
Ισ. Δέδρακα τοὔργον, εἴπερ ἥδ᾿ ὁμορροθεῖ, 536
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. 537
Αν. Ἀλλ᾿ οὐκ ἐάσει τοῦτό γ᾿ ἡ δίκη σ᾿, ἐπεὶ 538
οὔτ᾿ ἠθέλησας οὔτ᾿ ἐγὼ ᾿κοινωσάμην. 539
Ισ. Ἀλλ᾿ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι 540
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. 541
Αν. Ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες· 542
λόγοις δ᾿ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. 543
Ισ. Μήτοι, κασιγνήτη, μ᾿ ἀτιμάσῃς τὸ μὴ οὐ 544
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾿ ἁγνίσαι. 545
Αν. Μή ᾿μοὶ θάνῃς σὺ κοινά, μηδ᾿ ἃ μὴ ᾿θιγες 546
ποιοῦ σεαυτῆς. Ἀρκέσω θνῄσκουσ᾿ ἐγώ. 547
Ισ. Καὶ τίς βίου μοι σοῦ λελειμμένῃ πόθος; 548
Αν. Κρέοντ᾿ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. 549
Ισ. Τί ταῦτ᾿ ἀνιᾷς μ᾿ οὐδὲν ὠφελουμένη; 550
Αν. Ἀλγοῦσα μὲν δῆτ᾿, εἰ γελῶ γ᾿, ἐν σοὶ γελῶ. 551
Ισ. Τί δῆτ᾿ ἂν ἀλλὰ νῦν σ᾿ ἔτ᾿ ὠφελοῖμ᾿ ἐγώ; 552
Αν. Σῶσον σεαυτήν. Οὐ φθονῶ σ᾿ ὑπεκφυγεῖν. 553
Ισ. Οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; 554
Αν. Σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. 555
Ισ. Ἀλλ᾿ οὐκ ἐπ᾿ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. 556
Αν. Καλῶς σὺ μὲν τοῖς, τοῖς δ᾿ ἐγὼ ᾿δόκουν φρονεῖν. 557
Ισ. Καὶ μὴν ἴση νῷν ἐστιν ἡ ᾿ξαμαρτία. 558
Αν. Θάρσει. Σὺ μὲν ζῇς, ἡ δ᾿ ἐμὴ ψυχὴ πάλαι 559
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. 560
Κρ. Τὼ παῖδέ φημι τώδε τὴν μὲν ἀρτίως 561
ἄνουν πεφάνθαι, τὴν δ᾿ ἀφ᾿ οὗ τὰ πρῶτ᾿ ἔφυ. 562
Ισ. Οὐ γάρ ποτ᾿, ὦναξ, οὐδ᾿ ὃς ἂν βλάστῃ μένει 563
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾿ ἐξίσταται. 564
Κρ. Σοὶ γοῦν, ὅθ᾿ εἵλου σὺν κακοῖς πράσσειν κακά. 565
Ισ. Τί γὰρ μόνῃ μοι τῆσδ᾿ ἄτερ βιώσιμον; 566
Κρ. Ἀλλ᾿ ἥδε μέντοι – μὴ λέγ᾿· οὐ γὰρ ἔστ᾿ ἔτι. 567
Ισ. Ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; 568
Κρ. Ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. 569
Ισ. Οὐχ ὥς γ᾿ ἐκείνῳ τῇδέ τ᾿ ἦν ἡρμοσμένα. 570
Κρ. Κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. 571
Ισ. Ὦ φίλταθ᾿ Αἷμον, ὥς σ᾿ ἀτιμάζει πατήρ. 572
Κρ. Ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. 573
Ισ. Ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; 574
Κρ. Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί. 575
Ισ. Δεδογμέν᾿, ὡς ἔοικε, τήνδε κατθανεῖν. 576
Κρ. Καὶ σοί γε κἀμοί. Μὴ τριβὰς ἔτ᾿, ἀλλά νιν 577
κομίζετ᾿ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ 578
γυναῖκας εἶναι τάσδε μηδ᾿ ἀνειμένας. 579
Φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας 580
ἤδη τὸν Ἅιδην εἰσορῶσι τοῦ βίου. 581
Aantekeningen
regel 536 ὁμορροθέω instemmen
regel 537 ξυμμετίσχω ook deelhebben aan
regel 541 ὁ ξύμπλους metgezel
regel 542 ὁ ξυνίστωρ getuige
regel 544 μήτοι zeker niet
regel 549 ὁ κηδεμών beschermer
regel 554 ἀμπλακίσκω, aoristus ἤμπλακον missen
regel 558 νῷν (dativus) ons tweeën; ἡ ἐξαμαρτία fout
regel 562 ἄνους dwaas
regel 563 βλαστάνω, aoristus ἔβλαστον ontstaan
regel 566 βιώσιμος het leven waard
regel 568 τὰ νυμφεῖα bruid
regel 569 ἀρώσιμος te beploegen
Sophocles, Antigone 536-581
Vraag 19 1 punt
Regel 557 Καλῶς t/m φρονεῖν
Dit tekstgedeelte wordt door G. Koolschijn als volgt vertaald:
De een vond jóú verstandig, de ander mij.
Noteer de naam van het stilistisch middel dat wel voorkomt in regel 557, maar niet in de vertaling is overgenomen. Laat alliteratie buiten beschouwing.
Bekijk het antwoord
- Noemt het chiasme. (1p)
Vraag 24 1 punt
Regel 572 Ὦ t/m πατήρ
Wetenschappers verschillen van mening over de vraag of regel 572 inderdaad uitgesproken wordt door Ismene of misschien door Antigone. Uit regel 573 (Ἄγαν t/m λέχος) kan een argument opgemaakt worden voor de stelling dat regel 572 uitgesproken wordt door Antigone.
Noteer het argument voor deze stelling. Betrek in je antwoord een gegeven uit regel 573 (Ἄγαν t/m λέχος).
Bekijk het antwoord
- Creon gebruikt in regel 573 het woord jouw (σὸν) bij echtgenoot (λέχος) en spreekt daarmee degene aan die regel 572 uitsprak; hij kan dus alleen Antigone bedoelen, omdat die verloofd was met Haemon. (1p)
2024, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2
Alcibiades begint zijn lofrede.
[1] Σωκράτη δ᾿ ἐγὼ ἐπαινεῖν, ὦ ἄνδρες, οὕτως ἐπιχειρήσω, δι᾿ εἰκόνων. [2] Οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δ᾿ ἡ εἰκὼν τοῦ [3] ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου. Φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς [4] σιληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας [5] ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες [6] φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν. Καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ [7] σατύρῳ τῷ Μαρσύᾳ. Ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, ὦ [8] Σώκρατες, οὐδ᾿ αὐτὸς ἄν που ἀμφισβητήσαις· ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ [9] τοῦτο ἄκουε. Ὑβριστὴς εἶ· ἢ οὔ; Ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας [10] παρέξομαι. Ἀλλ᾿ οὐκ αὐλητής; Πολύ γε θαυμασιώτερος ἐκείνου. Ὁ μέν γε [11] δι᾿ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι [12] νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ – ἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, [13] τούτου διδάξαντος – τὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε [14] φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ [15] τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι. Σὺ δ᾿ ἐκείνου τοσοῦτον μόνον [16] διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν τοῦτο ποιεῖς. Ἡμεῖς [17] γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος [18] ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί· ἐπειδὰν δὲ σοῦ τις [19] ἀκούῃ ἢ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος ᾖ ὁ λέγων, [20] ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ [21] κατεχόμεθα. Ἐγὼ γοῦν, ὦ ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, [22] εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ [23] πάσχω ἔτι καὶ νυνί. Ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον ἢ τῶν [24] κορυβαντιώντων ἥ τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν [25] τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας· Περικλέους δὲ [26] ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δ᾿ [27] οὐδὲν ἔπασχον, οὐδ᾿ ἐτεθορύβητό μου ἡ ψυχὴ οὐδ᾿ ἠγανάκτει ὡς [28] ἀνδραποδωδῶς διακειμένου, ἀλλ᾿ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ [29] οὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω. Καὶ ταῦτα, ὦ [30] Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ. Καὶ ἔτι γε νῦν σύνοιδ᾿ ἐμαυτῷ ὅτι εἰ [31] ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. [32] Ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν [33] ἀμελῶ, τὰ δ᾿ Ἀθηναίων πράττω. Βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων [34] ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ [35] καταγηράσω. Πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις [36] οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον [37] αἰσχύνομαι. Σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ [38] ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ [39] τῶν πολλῶν. Δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ [40] ὡμολογημένα.
Aantekeningen
ὁ σιληνός: silenenbeeldje (regel 4)
τὸ ἑρμογλυφεῖον: beeldhouwatelier
διχάδε: naar twee kanten (regel 5)
διοίγω: openen
ὁ σάτυρος: sater (regel 7)
αὐλέω: fluit spelen (regel 12)
αὐλέω: fluit spelen (regel 13)
ἡ αὐλητρίς: fluitspeelster (regel 14)
κορυβαντιάω: corybantische dansen uitvoeren (regel 24)
ἀνδραποδώδης: slaafs (regel 28)
καταγηράω: oud worden (regel 35)
δραπετεύω + accusativus: weglopen van (regel 39)
Plato, Symposium 215a4-216b6
Vraag 18 2 punten
Regel 21-23 Ἐγὼ t/m νυνί. Dit tekstgedeelte wordt door G. Koolschijn als volgt vertaald: 'Ikzelf zou in elk geval, heren, als het niet de indruk zou wekken dat ik volslagen dronken was, onder ede voor jullie hebben verklaard wat voor uitwerking de woorden van die man wel niet op mijzelf hebben gehad, en ook nu nog hebben.' In de vertaling is de grammaticale structuur van het Grieks niet geheel overgenomen.
a) Leg dit uit met betrekking tot ὑπὸ τῶν τούτου λόγων (regel 22). Ga in je antwoord in op zowel het Grieks als de weergave van ὑπὸ τῶν τούτου λόγων in de vertaling.
b) Noteer het grammaticale gegeven waarop in de vertaling 'zou' is gebaseerd in 'Ikzelf zou … hebben verklaard'.
Bekijk het antwoord
- a: Noemt dat in het Grieks ὑπὸ τῶν τούτου λόγων een (bijwoordelijke) bepaling is, en dat in de vertaling 'de woorden van die man' het onderwerp is. (1p)
- b: Noemt indicativus van een verleden tijd + ἂν, ofwel (indicativus) irrealis. (1p)
a: het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Niet fout rekenen: '(ὑπὸ τῶν τούτου) λόγων is een (bepaling met een / in de) genitivus; het is vertaald als (of het) nominativus (is).' Niet fout rekenen: 'ὑπὸ τῶν τούτου λόγων is een woordgroep met een voorzetsel; in de vertaling is 'de woorden van die man' / is het het onderwerp.' Of woorden van overeenkomstige strekking.
2023, tijdvak 1: Tekst 2
Opgavetekst
Tekst 2 Helena en Alexander in Egypte.
[1] Ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε·
[2] Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ· καί
[3] μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον
[4] πέλαγος, ἐνθεῦτεν δέ (οὐ γὰρ ἀνίει τὰ πνεύματα) ἀπικνέεται ἐς Αἴγυπτον
[5] καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς
[6] Ταριχείας. Ἦν δὲ ἐπὶ τῆς ἠιόνος, τὸ καὶ νῦν ἐστι, Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν
[7] καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν
[8] διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι. Ὁ νόμος οὗτος διατελέει ἐὼν
[9] ὅμοιος τὸ μέχρι ἐμεῦ ἀπ᾿ ἀρχῆς. Τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται
[10] θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι
[11] τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα
[12] λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων
[13] ἀδικίην· κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν τοῦ στόματος
[14] τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις. Ἀκούσας δὲ τούτων ὁ Θῶνις πέμπει
[15] τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε· “ Ἥκει
[16] ξεῖνος, γένος μὲν Τευκρός, ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος·
[17] ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει
[18] καὶ πολλὰ κάρτα χρήματα, ὑπὸ ἀνέμων ἐς γῆν τὴν σὴν ἀπενειχθείς· κότερα
[19] δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἢ ἀπελώμεθα τὰ ἔχων ἦλθε;”
[20] Ἀντιπέμπει πρὸς ταῦτα ὁ Πρωτεὺς λέγων τάδε· “ Ἄνδρα τοῦτον, ὅστις κοτέ
[21] ἐστὶ ὁ ἀνόσια ἐξεργασμένος ξεῖνον τὸν ἑωυτοῦ, συλλαβόντες ἀπάγετε
[22] παρ᾿ ἐμέ, ἵνα εἰδέω τί κοτε καὶ λέξει.” Ἀκούσας δὲ ταῦτα ὁ Θῶνις
[23] συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν
[24] τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ
[25] καὶ τοὺς ἱκέτας. Ἀνακομισθέντων δὲ πάντων εἰρώτα τὸν Ἀλέξανδρον ὁ
[26] Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι. Ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς
[27] πάτρης εἶπε τὸ οὔνομα καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι.
[28] Μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι· πλανωμένου
[29] δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην ἤλεγχον οἱ
[30] γενόμενοι ἱκέται ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος. Τέλος δὲ δή
[31] σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι “ Ἐγὼ εἰ μὴ περὶ πολλοῦ
[32] ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπ᾿ ἀνέμων ἤδη ἀπολαμφθέντες
[33] ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτεισάμην, ὅς, ὦ
[34] κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ
[35] σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες· καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλ᾿
[36] ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων [ἐκκλέψας]. Καὶ οὐδὲ ταῦτά τοι μοῦνα
[37] ἤρκεσε, ἀλλὰ καὶ τὰ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις. Νῦν ὦν ἐπειδὴ περὶ
[38] πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ
[39] τοι προήσω ἀπάγεσθαι, ἀλλ᾿ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν
[40] αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ· αὐτὸν δέ σε καὶ τοὺς σοὺς
[41] συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ
[42] μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι.”
Aantekeningen
ἐξώστης: uit de koers brengend (regel 3)
τὸ στίγμα: merkteken (regel 7)
ἀντιπέμπω: als antwoord sturen (regel 20)
ἀνακομίζω: brengen (regel 25)
ἀναπτερόω: het hoofd op hol brengen (regel 36)
κεραΐζω: plunderen (regel 37)
ξεινοκτονέω: vreemdelingen doden (regel 38)
ἐς ὅ: totdat (regel 39)
ὁ σύμπλοος: reisgenoot (regel 41)
μετορμίζομαι: wegvaren (regel 42)
Herodotus, Historiën, 2.113-115
Vraag 12 1 punt
Regel 2-4 καί t/m πέλαγος
Dit tekstgedeelte wordt door W. Kassies als volgt vertaald: maar in de Egeïsche Zee werd hij door stormwinden uit de koers geslagen in de richting van de Egyptische wateren. In de vertaling is de grammaticale structuur van het Grieks niet geheel overgenomen.
Leg dit uit met betrekking tot μιν (regel 3). Ga in je antwoord in op zowel het Grieks als de weergave van μιν in de vertaling.
Bekijk het antwoord
- Noemt dat μιν in het Grieks lijdend voorwerp is, en dat μιν in de vertaling als onderwerp (‘hij’) is weergegeven. (1p)
Alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Niet fout rekenen wanneer geantwoord is ‘μιν is accusativus; het is vertaald als (of het) nominativus (is).’ Of woorden van overeenkomstige strekking.
2023, tijdvak 2: Tekst 1
Opgavetekst
Tekst 1 Gyges reageert op het voorstel van Candaules.
[1] Ὁ δὲ μέγα ἀμβώσας εἶπε· “Δέσποτα, τίνα λέγεις λόγον οὐκ ὑγιέα, κελεύων
[2] με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν; Ἅμα δὲ κιθῶνι ἐκδυομένῳ
[3] συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. Πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται,
[4] ἐκ τῶν μανθάνειν δεῖ· ἐν τοῖσι ἓν τόδε ἐστί, σκοπέειν τινὰ τὰ ἑωυτοῦ. Ἐγὼ
[5] δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην, καὶ σεο δέομαι μὴ
[6] δέεσθαι ἀνόμων.” Ὁ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρρωδέων μή τί οἱ
[7] ἐξ αὐτῶν γένηται κακόν. Ὁ δ᾿ ἀμείβετο τοισίδε· “Θάρσει, Γύγη, καὶ μὴ
[8] φοβεῦ μήτε ἐμέ, ὥς σεο πειρώμενος λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν
[9] ἐμήν, μή τί τοι ἐξ αὐτῆς γένηται βλάβος· ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτω
[10] ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ. Ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ
[11] κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω· μετὰ δ᾿ ἐμὲ ἐσελθόντα
[12] παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον. Κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος·
[13] ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἓν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ᾿ ἡσυχίην
[14] πολλὴν παρέξει τοι θεήσασθαι. Ἐπεὰν δὲ ἀπὸ τοῦ θρόνου στίχῃ ἐπὶ τὴν
[15] εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μή σε
[16] ὄψεται ἰόντα διὰ θυρέων.” Ὁ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἦν ἕτοιμος·
[17] ὁ δὲ Κανδαύλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἤγαγε τὸν Γύγεα ἐς τὸ
[18] οἴκημα, καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή· ἐσελθοῦσαν δὲ καὶ
[19] τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης. Ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς
[20] γυναικὸς ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω. Καὶ ἡ γυνὴ ἐπορᾷ μιν
[21] ἐξιόντα. Μαθοῦσα δὲ τὸ ποιηθὲν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα
[22] οὔτε ἔδοξε μαθεῖν, ἐν νόῳ ἔχουσα τείσασθαι τὸν Κανδαύλεα·
[23] παρὰ γὰρ τοῖσι Λυδοῖσι, σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι, καὶ
[24] ἄνδρα ὀφθῆναι γυμνὸν ἐς αἰσχύνην μεγάλην φέρει. Τότε μὲν δὴ οὕτως
[25] οὐδὲν δηλώσασα ἡσυχίην εἶχε· ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν
[26] οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη
[27] ἐκάλεε τὸν Γύγεα. Ὁ δὲ οὐδὲν δοκέων αὐτὴν τῶν πρηχθέντων ἐπίστασθαι
[28] ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.
[29] Ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε· “Νῦν τοι δυῶν ὁδῶν
[30] παρεουσέων, Γύγη, δίδωμι αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι· ἢ γὰρ
[31] Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν
[32] σε αὐτίκα οὕτω ἀποθνῄσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ
[33] τοῦ λοιποῦ ἴδῃς τὰ μή σε δεῖ. Ἀλλ᾿ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα
[34] δεῖ ἀπόλλυσθαι ἢ σὲ τὸν ἐμὲ γυμνὴν θεησάμενον καὶ ποιήσαντα οὐ
[35] νομιζόμενα.” Ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ
[36] ἱκέτευε μή μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν. Οὐκ ὦν δὴ
[37] ἔπειθε, ἀλλ᾿ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα
[38] ἀπολλύναι ἢ αὐτὸν ὑπ᾿ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.
[39] Ἐπειρώτα δὴ λέγων τάδε· “ Ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν
[40] κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω, τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.”
[41] Ἡ δὲ ὑπολαβοῦσα ἔφη· “ Ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμὴ ἔσται ὅθεν περ
[42] καὶ ἐκεῖνος ἐμὲ ἐπεδέξατο γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.”
Aantekeningen
ἐκδύω uittrekken regel 2
συνεκδύομαι tegelijk uittrekken regel 3
ἀπομάχομαι zich verzetten regel 6
regel 9 τὸ βλάβος schade
regel 13 ἐκδύνω uittrekken
regel 20 ὑπεκδύομαι, aoristus ὑπεξέδυν stiekem wegsluipen
regel 42 ὑπνόομαι gaan slapen
ἡ ἐπιχείρησις aanval
Herodotus, Historiën 1.8.3-1.11
Vraag 4 1 punt
Regel 14 στίχῃ en regel 15 γένῃ. Welke bewering is juist?
Bekijk het antwoord
Antwoord: B
2023, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Gewoonten in Egypte.
[1] Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ
[2] φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί, τὰ πολλὰ πάντα ἔμπαλιν
[3] τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους, ἐν τοῖσι αἱ μὲν
[4] γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι, οἱ δὲ ἄνδρες κατ᾿ οἴκους ἐόντες
[5] ὑφαίνουσι· ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες, Αἰγύπτιοι
[6] δὲ κάτω. Τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι, αἱ δὲ
[7] γυναῖκες ἐπὶ τῶν ὤμων. Οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί, οἱ δὲ ἄνδρες
[8] κατήμενοι. Εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι, ἐσθίουσι δὲ ἔξω ἐν τῇσι
[9] ὁδοῖσι, ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ
[10] ποιέειν χρεόν, τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν. Ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε
[11] ἔρσενος θεοῦ οὔτε θηλέης, ἄνδρες δὲ πάντων τε καὶ πασέων. Τρέφειν τοὺς
[12] τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι, τῇσι δὲ
[13] θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι. Οἱ ἱρέες τῶν θεῶν τῇ μὲν
[14] ἄλλῃ κομῶσι, ἐν Αἰγύπτῳ δὲ ξυρῶνται. Τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος
[15] ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται, Αἰγύπτιοι δὲ ὑπὸ
[16] τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ
[17] γενείῳ, τέως ἐξυρημένοι. Τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων ἡ
[18] δίαιτα ἀποκέκριται, Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι ἡ δίαιτά ἐστι. Ἀπὸ πυρῶν
[19] καὶ κριθέων ὧλλοι ζώουσι, Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν
[20] ζόην ὄνειδος μέγιστόν ἐστι, ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία, τὰς ζειὰς
[21] μετεξέτεροι καλέουσι. Φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί, τὸν δὲ πηλὸν τῇσι
[22] χερσί [καὶ τὴν κόπρον ἀναιρέονται]. Τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς
[23] ἐγένοντο, πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον, Αἰγύπτιοι δὲ περιτάμνονται.
[24] Εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο, τῶν δὲ γυναικῶν ἓν ἑκάστη. Τῶν
[25] ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι,
[26] Αἰγύπτιοι δὲ ἔσωθεν. Γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι
[27] Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα,
[28] Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ ποιεῦντες ταῦτα αὐτοὶ
[29] μέν φασι ἐπιδέξια ποιέειν, Ἕλληνας δὲ ἐπαρίστερα.
Aantekeningen
ἑτεροῖος andersoortig regel 1
ἀγοράζω naar de markt gaan regel 4
καπηλεύω zakendoen
ἡ κρόκη inslag regel 5
regel 7 οὐρέω urineren
regel 8 ἡ εὐμάρειη stoelgang
ἀπόκρυφος verborgen
regel 10 ἀναφανδόν in het openbaar
ἱράομαι priester(es) zijn
regel 14/17 ξυράομαι zich scheren
ἡ κριθή gerst regel 19
ἡ ὄλυρη olyra (graansoort) regel 20
ἡ ζειή zeia (graansoort)
φυράω kneden regel 21
τὸ σταῖς deeg
ἡ κόπρος mest regel 22
ὁ κρίκος zeilring regel 25
ὁ κάλος touw (van de ra)
προσδέω vastmaken
ἐπιδέξιος handig regel 29
ἐπαρίστερος onhandig
Herodotus, Historiën 2.35.2-2.36
Vraag 18 2 punten
Regel 10-11 Ἱρᾶται t/m πασέων. Deze zin wordt door W. Kassies als volgt vertaald: De functie van priester wordt nooit door een vrouw vervuld, noch in dienst van een god, noch in dienst van een godin; goden en godinnen hebben mannen als priesters. In de vertaling is de grammaticale structuur van het Grieks niet geheel overgenomen. a) Leg dit uit met betrekking tot γυνὴ (regel 10). Ga in je antwoord in op zowel het Grieks als de weergave van γυνὴ in de vertaling. b) Citeer het Griekse woord dat in de vertaling is weergegeven met ‘godinnen’.
Bekijk het antwoord
- a. Legt uit dat in het Grieks γυνὴ het onderwerp is, terwijl in de vertaling ‘door een vrouw’ een (bijwoordelijke) bepaling is. (1p)
- b. Citeert πασέων (regel 11). (1p)
Bij a het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Bij a niet fout rekenen wanneer geantwoord is ‘γυνὴ is nominativus; het is vertaald met ‘door een vrouw’.’ Of woorden van overeenkomstige strekking.
2022, tijdvak 1: Tekst 1
Opgavetekst
Tekst 1 Apollo verhoort het gebed van Chryses.
[43] Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖβος Ἀπόλλων,
[44] βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
[45] τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
[46] ἔκλαγξαν δ᾿ ἄρ᾿ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο,
[47] αὐτοῦ κινηθέντος· ὁ δ᾿ ἤϊε νυκτὶ ἐοικώς.
[48] Ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκε·
[49] δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο·
[50] οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
[51] αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
[52] βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
[53] Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
[54] τῇ δεκάτῃ δ᾿ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
[55] τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
[56] κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.
[57] Οἱ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο,
[58] τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[59] “ Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
[60] ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
[61] εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
[62] ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
[63] ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν,
[64] ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
[65] εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾿ ἑκατόμβης,
[66] αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
[67] βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.”
[68] Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη
[69] Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾿ ἄριστος,
[70] ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα,
[71] καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω
[72] ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
[73] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
[74] “ Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
[75] μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
[76] τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
[77] ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
[78] ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
[79] Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί.”
Aantekeningen
τὸ κάρηνον: top (regel 44)
ἀμφηρεφής: aan beide zijden gesloten (regel 45)
ἡ κλαγγή: klank (regel 49)
ὁ οὐρεύς: muildier (regel 50)
ἐχεπευκής: scherp (regel 51)
τὸ κῆλον: pijl (regel 53)
παλιμπλαγχθείς: teruggedreven (regel 59)
ἄψ: weer (regel 60)
ὁ λοιμός: pest (regel 61)
ὁ ὀνειροπόλος: droomuitlegger (regel 63)
ἐπιμέμφομαι + genitivus: ontevreden zijn over (regel 65)
ὁ οἰωνοπόλος: vogelwichelaar (regel 69)
ὄχα: verreweg
ἡ μαντοσύνη: waarzeggerskunst (regel 72)
ἐϋφρονέων: verstandig (regel 73)
ἑκατηβελέτης: van verre treffend (regel 75)
Homerus, Ilias 1.43-79
Vraag 7 1 punt
Regel 55 τῷ t/m Ἥρη. Het lijdend voorwerp in deze zin is niet uitgedrukt. Noteer in eigen woorden het lijdend voorwerp. Baseer je antwoord op het voorafgaande (vanaf regel 53 Ἐννῆμαρ).
Bekijk het antwoord
- Het idee om de Grieken bij elkaar (te) roepen (1p)
Of woorden van overeenkomstige strekking.
2022, tijdvak 2: Tekst 3
Vraag 14 2 punten
Regel 864 Αὐτίκα δὲ ξὺν δουρὶ μετ᾿ Αὐτομέδοντα βεβήκει.
a Schrijf regel 864 over en scandeer deze regel.
Het woord ξὺν wordt in de Ilias meestal met een sigma gespeld: σὺν.
b Leg op basis van het metrum uit, dat het woord σὺν in deze regel niet op de plek van ξὺν kan staan.
Bekijk het antwoord
- a: Schrijft regel 864 over en scandeert deze juist: ˉ ˘ ˘ | ˉ ˉ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˉ (1p)
- b: Legt uit dat als δὲ gevolgd wordt door σὺν (een sigma als enige medeklinker), de klinker van δὲ kort blijft, terwijl op deze plaats een lange lettergreep nodig is. Doordat δὲ gevolgd wordt door ξὺν (een xi), wordt de van nature korte klinker van δὲ verlengd; σὺν heeft dat effect niet. (1p)
Of woorden van overeenkomstige strekking.
2022, tijdvak 2: Tekst 4
Opgavetekst
Tekst 4 Achilles jaagt op Hector.
[188] Ἕκτορα δ᾿ ἀσπερχὲς κλονέων ἔφεπ᾿ ὠκὺς Ἀχιλλεύς.
[189] Ὡς δ᾿ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται,
[190] ὄρσας ἐξ εὐνῆς, διά τ᾿ ἄγκεα καὶ διὰ βήσσας·
[191] τὸν δ᾿ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
[192] ἀλλά τ᾿ ἀνιχνεύων θέει ἔμπεδον, ὄφρα κεν εὕρῃ·
[193] ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
[194] Ὁσσάκι δ᾿ ὁρμήσειε πυλάων Δαρδανιάων
[195] ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
[196] εἴ πώς οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
[197] τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
[198] πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾿ αἰεί.
[199] Ὡς δ᾿ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
[200] οὔτ᾿ ἄρ᾿ ὁ τὸν δύναται ὑποφεύγειν οὔθ᾿ ὁ διώκειν·
[201] ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ᾿ ὃς ἀλύξαι.
[202] Πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
[203] εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ᾿ Ἀπόλλων
[204] ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
[205] Λαοῖσιν δ᾿ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
[206] οὐδ᾿ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
[207] μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.
[208] Ἀλλ᾿ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
[209] καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
[210] ἐν δὲ τίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
[211] τὴν μὲν Ἀχιλλῆος, τὴν δ᾿ Ἕκτορος ἱπποδάμοιο,
[212] ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾿ Ἕκτορος αἴσιμον ἦμαρ,
[213] ᾤχετο δ᾿ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
[214] Πηλεΐωνα δ᾿ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
[215] ἀγχοῦ δ᾿ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[216] “Νῦν δὴ νῶι ἔολπα, Διῒ φίλε φαίδιμ᾿ Ἀχιλλεῦ,
[217] οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας,
[218] Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
[219] Οὔ οἱ νῦν ἔτι γ᾿ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
[220] οὐδ᾿ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
[221] προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
[222] Ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ᾿ ἐγώ τοι
[223] οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.”
[224] Ὣς φάτ᾿ Ἀθηναίη, ὁ δ᾿ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
[225] στῆ δ᾿ ἄρ᾿ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
Aantekeningen:
regel 188: ἀσπερχές = onophoudelijk
τὸ ἄγκος = dal (regel 190)
καταπτήσσω = zich schuil houden (regel 191)
ὁ θάμνος = struik
ἀνιχνεύω = opsporen (regel 192)
ὁσσάκι = zo vaak als (regel 194)
τοσσάκι = zo vaak (regel 197)
παραφθάνω = inhalen
τὰ γοῦνα = knieën (regel 204)
regel 206: τὸ βέλεμνον = pijl
regel 208: ὁ κρουνός = bron
regel 210: τανηλεγής = smartelijk
regel 218: ἄατος = onverzadelijk
regel 221: προπροκυλίνδομαι = zich heen en weer wentelen
regel 225: χαλκογλώχις = met bronzen punt
Homerus, Ilias 22.188-225
Vraag 16 1 punt
Tekst 4. Regel 188 Ἕκτορα t/m Ἀχιλλεύς.
Verdedig de stelling dat de inhoud van deze regel wordt ondersteund door de woordplaatsing.
Bekijk het antwoord
- Verdedigt dat Hector en Achilles in deze regel (ver) uit elkaar staan, zoals ze in de werkelijkheid ook van elkaar verwijderd zijn: eerst wordt Hector genoemd en een eind daarna Achilles, zodat Achilles in de werkelijkheid ook een eind achter Hector aan komt. (1p)
Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn.
Vraag 17 1 punt
Regel 192 ἀλλά t/m εὕρῃ.
Alle aandacht is in deze regel gericht op de achtervolger.
Leg uit dat ook in regel 191 (τὸν t/m θάμνῳ) de achtervolger extra aandacht krijgt.
Bekijk het antwoord
- Legt uit dat τὸν vooraan in regel 191 staat en daarmee de achtervolger (de hond) bedoeld wordt; de achtervolgde wordt in regel 191 niet genoemd, de achtervolger wel. (1p)
Of woorden van overeenkomstige strekking.
2021, tijdvak 1: Tekst 3
Opgavetekst
Tekst 3 Tweede confrontatie Dionysus - Pentheus.
[787] Δι. Πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
[788] Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
[789] οὔ φημι χρῆναί σ᾿ ὅπλ᾿ ἐπαίρεσθαι θεῷ,
[790] ἀλλ᾿ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
[791] κινοῦντα βάκχας σ᾿ εὐίων ὀρῶν ἄπο.
[792] Πε. Οὐ μὴ φρενώσεις μ᾿, ἀλλὰ δέσμιος φυγὼν
[793] σώσῃ τόδ᾿; Ἤ σοι πάλιν ἀναστρέψω δίκην.
[794] Δι. Θύοιμ᾿ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
[795] πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
[796] Πε. Θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
[797] πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
[798] Δι. Φεύξεσθε πάντες· καὶ τόδ᾿ αἰσχρόν, ἀσπίδας
[799] θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους.
[800] Πε. Ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
[801] ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
[802] Δι. Ὦ τᾶν, ἔτ᾿ ἔστιν εὖ καταστῆσαι τάδε.
[803] Πε. Τί δρῶντα; Δουλεύοντα δουλείαις ἐμαῖς;
[804] Δι. Ἐγὼ γυναῖκας δεῦρ᾿ ὅπλων ἄξω δίχα.
[805] Πε. Οἴμοι· τόδ᾿ ἤδη δόλιον ἐς ἐμὲ μηχανᾷ.
[806] Δι. Ποῖόν τι, σῶσαί σ᾿ εἰ θέλω τέχναις ἐμαῖς;
[807] Πε. Ξυνέθεσθε κοινῇ τάδ᾿, ἵνα βακχεύητ᾿ ἀεί.
[808] Δι. Καὶ μὴν ξυνεθέμην τοῦτό γ᾿, ἴσθι, τῷ θεῷ.
[809] Πε. Ἐκφέρετέ μοι δεῦρ᾿ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
[810] Δι. Ԡ·
[811] βούλῃ σφ᾿ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
[812] Πε. Μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
[813] Δι. Τί δ᾿ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
[814] Πε. Λυπρῶς νιν εἰσίδοιμ᾿ ἂν ἐξῳνωμένας.
[815] Δι. Ὅμως δ᾿ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
[816] Πε. Σάφ᾿ ἴσθι, σιγῇ γ᾿ ὑπ᾿ ἐλάταις καθήμενος.
[817] Δι. Ἀλλ᾿ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
[818] Πε. Ἀλλ᾿ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
[819] Δι. Ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
[820] Πε. Ἄγ᾿ ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.
[821] Δι. Στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
[822] Πε. Τί δὴ τόδ᾿; Ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
[823] Δι. Μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
[824] Πε. Εὖ γ᾿ εἶπας αὖ τόδ᾿· ὥς τις εἶ πάλαι σοφός.
[825] Δι. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
[826] Πε. Πῶς οὖν γένοιτ᾿ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
[827] Δι. Ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Aantekeningen
regel 792 φρενόω vermanen
regel 795 λακτίζω trappen
regel 799 ἐκτρέπω afweren
χαλκήλατος bronzen
regel 800 συμπλέκω in een discussie verwikkelen
regel 802 τᾶν vriend
regel 811 συγκάθημαι bij elkaar zitten
regel 814 ἐξοινόομαι dronken worden
regel 817 ἐξιχνεύω opsporen
regel 821 βύσσινος linnen
regel 825 ἐκμουσόω grondig onderrichten
Euripides, Bacchae 787-827
Vraag 19 2 punten
Regel 817 ἐξιχνεύσουσίν. Citeer uit de regels 811-816 (βούλῃ t/m καθήμενος) de twee persoonlijke voornaamwoorden die verwijzen naar het onderwerp van ἐξιχνεύσουσίν.
Bekijk het antwoord
- Citeert σφ᾿ (regel 811). (1p)
- Citeert νιν (regel 814). (1p)
2021, tijdvak 3: Tekst 1
Opgavetekst
Tekst 1 Pentheus neemt Dionysus een verhoor af.
[471] Πε. Τὰ δ᾿ ὄργι᾿ ἐστὶ τίν᾿ ἰδέαν ἔχοντά σοι;
[472] Δι. Ἄρρητ᾿ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
[473] Πε. Ἔχει δ᾿ ὄνησιν τοῖσι θύουσιν τίνα;
[474] Δι. Οὐ θέμις ἀκοῦσαί σ᾿, ἔστι δ᾿ ἄξι᾿ εἰδέναι.
[475] Πε. Εὖ τοῦτ᾿ ἐκιβδήλευσας, ἵν᾿ ἀκοῦσαι θέλω.
[476] Δι. Ἀσέβειαν ἀσκοῦντ᾿ ὄργι᾿ ἐχθαίρει θεοῦ.
[477] Πε. Ὁ θεός, ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
[478] Δι. Ὁποῖος ἤθελ᾿· οὐκ ἐγὼ ᾿τασσον τόδε.
[479] Πε. Τοῦτ᾿ αὖ παρωχέτευσας, εὖ γ᾿ οὐδὲν λέγων.
[480] Δι. Δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
[481] Πε. Ἦλθες δὲ πρῶτα δεῦρ᾿ ἄγων τὸν δαίμονα;
[482] Δι. Πᾶς ἀναχορεύει βαρβάρων τάδ᾿ ὄργια.
[483] Πε. Φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
[484] Δι. Τάδ᾿ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
[485] Πε. Τὰ δ᾿ ἱερὰ νύκτωρ ἢ μεθ᾿ ἡμέραν τελεῖς;
[486] Δι. Νύκτωρ τὰ πολλά· σεμνότητ᾿ ἔχει σκότος.
[487] Πε. Τοῦτ᾿ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
[488] Δι. Κἀν ἡμέρᾳ τό γ᾿ αἰσχρὸν ἐξεύροι τις ἄν.
[489] Πε. Δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
[490] Δι. Σὲ δ᾿ ἀμαθίας γε κἀσεβοῦντ᾿ ἐς τὸν θεόν.
[491] Πε. Ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
[492] Δι. Εἴφ᾿ ὅτι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
[493] Πε. Πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
[494] Δι. Ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ᾿ αὐτὸν τρέφω.
[495] Πε. Ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
[496] Δι. Αὐτός μ᾿ ἀφαιροῦ· τόνδε Διονύσῳ φορῶ.
[497] Πε. Εἱρκταῖσί τ᾿ ἔνδον σῶμα σὸν φυλάξομεν.
[498] Δι. Λύσει μ᾿ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
[499] Πε. Ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
[500] Δι. Καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
[501] Πε. Καὶ ποῦ ᾿στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾿ ἐμοῖς.
[502] Δι. Παρ᾿ ἐμοί· σὺ δ᾿ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
[503] Πε. Λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
[504] Δι. Αὐδῶ με μὴ δεῖν, σωφρονῶν οὐ σώφροσιν.
[505] Πε. Ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
[506] Δι. Οὐκ οἶσθ᾿ †ὅτι ζῆς† οὐδ᾿ ὃ δρᾷς οὐδ᾿ ὅστις εἶ.
[507] Πε. Πενθεύς, Ἀγαυῆς παῖς, πατρὸς δ᾿ Ἐχίονος.
[508] Δι. Ἐνδυστυχῆσαι τοὔνομ᾿ ἐπιτήδειος εἶ.
[509] Πε. Χώρει· καθείρξατ᾿ αὐτὸν ἱππικαῖς πέλας
[510] φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
[511] Ἐκεῖ χόρευε· τάσδε δ᾿ ἃς ἄγων πάρει
[512] κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
[513] ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
[514] παύσας ἐφ᾿ ἱστοῖς δμωίδας κεκτήσομαι.
Aantekeningen
regel 472 ἀβάκχευτος: niet in de Bacchische mysteriën ingewijd
regel 475 κιβδηλεύω: listig bedenken
regel 479 παροχετεύω: afleiden
regel 482 ἀναχορεύω: dansen
regel 486 ἡ σεμνότης: heiligheid
regel 487 σαθρός: slecht
regel 491 ὁ βάκχος: bacchant; ἀγύμναστος + genitivus: ongeoefend in
regel 497 αἱ εἱρκταί: gevangenis
regel 508 ἐνδυστυχέω: ongelukkig zijn
regel 509 καθείργω: insluiten
regel 512 διεμπολάω: verkopen
regel 513 ἡ βύρσα: trommel
Euripides, Bacchae 471-514
Vraag 10 2 punten
Regel 504 Αὐδῶ t/m σώφροσιν. Deze regel wordt door G. Koolschijn als volgt vertaald: “Ik zeg u rustig: bind mij niet, beheers u.” In de vertaling is de grammaticale structuur van het Grieks niet volledig overgenomen. a) Leg dit uit met betrekking tot δεῖν. Ga in je antwoord in op zowel het Grieks als de vertaling. b) Verdedig de stelling dat met de weergave ‘beheers u’ in de vertaling Dionysus’ belediging aan het adres van Pentheus verloren is gegaan.
Bekijk het antwoord
- a) Legt uit dat δεῖν in het Grieks onderdeel is van de indirecte rede, en dat ‘bind’ in de vertaling onderdeel is van de directe rede: de infinitivus is met de gebiedende wijs weergegeven. (1p)
- b) Verdedigt dat Dionysus in het Grieks Pentheus beledigt door hem te rekenen tot de niet-verstandigen (οὐ σώφροσιν), terwijl de vertaling hem alleen zegt dat hij verstandig moet zijn / zich moet beheersen. (1p)
Bij a het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Of woorden van overeenkomstige strekking.
2018, tijdvak 1: Tekst 3
Vraag 16 1 punt
Regel 165 πρὸς
De manier waarop πρὸς gebruikt is, is kenmerkend voor het homerisch taalgebruik.
Leg dat uit.
Bekijk het antwoord
- Legt uit dat er sprake is van tmesis, of dat πρὸς achter het woord staat waar het bij hoort. (1p)
2018, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Odysseus en de vrijers
[1] Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
[2] ἆλτο δ᾽ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
[3] ἰῶν ἐμπλείην, ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
[4] αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
[5] “Οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
[6] νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
[7] εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.”
[8] Ἦ καὶ ἐπ᾽ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
[9] Ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
[10] χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
[11] ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
[12] μέμβλετο· τίς κ᾽ οἴοιτο μετ᾽ ἀνδράσι δαιτυμόνεσσι
[13] μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
[14] οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
[15] Τὸν δ᾽ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
[16] ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή.
[17] Ἐκλίνθη δ᾽ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
[18] βλημένου, αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
[19] αἵματος ἀνδρομέοιο· θοῶς δ᾽ ἀπὸ εἷο τράπεζαν
[20] ὦσε ποδὶ πλήξας, ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε·
[21] σῖτός τε κρέα τ᾽ ὀπτὰ φορύνετο. Τοὶ δ᾽ ὁμάδησαν
[22] μνηστῆρες κατὰ δώμαθ᾽, ὅπως ἴδον ἄνδρα πεσόντα,
[23] ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
[24] πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
[25] οὐδέ που ἀσπὶς ἔην οὐδ᾽ ἄλκιμον ἔγχος ἑλέσθαι.
[26] Νείκειον δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
[27] “Ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ᾽ ἀέθλων
[28] ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
[29] Καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ᾽ ἄριστος
[30] κούρων εἰν Ἰθάκῃ· τῷ σ᾽ ἐνθάδε γῦπες ἔδονται.”
[31] Ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
[32] ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
[33] ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπτο.
[34] Τοὺς δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
[35] “ Ὦ κύνες, οὔ μ᾽ ἔτ᾽ ἐφάσκεθ᾽ ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι
[36] δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
[37] δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
[38] αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
[39] οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
[40] οὔτε τιν᾽ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
[41] νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.”
[42] Ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε·
[43] πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον·
[44] Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
[45] “Εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
[46] ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
[47] πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ᾽ ἐπ᾽ ἀγροῦ.
[48] Ἀλλ᾽ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
[49] Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
[50] οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
[51] ἀλλ᾽ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
[52] ὄφρ᾽ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
[53] αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
[54] Νῦν δ᾽ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
[55] σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
[56] ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
[57] τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
[58] χαλκόν τε χρυσόν τ᾽ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
[59] ἰανθῇ· πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.”
Aantekeningen
γυμνόομαι + genitivus: zich ontdoen van (regel 1)
ἀάατος: onbedrieglijk (regel 5)
τὸ ἄλεισον: bokaal (regel 9)
ἄμφωτος: met twee oren (regel 10)
ὁ αὐλός: straal (regel 18)
ἀνδρόμεος: mensen- (regel 19)
ἔραζε: op de grond (regel 20)
φορύνω: bezoedelen (regel 21)
ὁμαδέω: door elkaar schreeuwen
χολωτός: vertoornd (regel 26)
τοξάζομαι + genitivus: met de boog schieten naar (regel 27)
γύψ, γυπός: gier (regel 30)
ὑπότροπος: terugkerend (regel 35)
κατακείρω: plunderen (regel 36)
παρευνάζομαι + dativus: bij iemand slapen (regel 37)
ὑπομνάομαι: naar iemands hand dingen (regel 38)
ἐπιάλλω: veroorzaken (regel 49)
ἐκπίνω: uitdrinken (regel 56)
ἐεικοσάβοιος: twintig koeien waard (regel 57)
νεμεσσητός: kwalijk te nemen (regel 59)
Homerus, Odyssee 22.1-59
Vraag 17 1 punt
Regel 22 πεσόντα: citeer uit het voorafgaande (vanaf Ἐκλίνθη regel 17) het Griekse woord dat de oorzaak aangeeft van πεσόντα.
Bekijk het antwoord
- βλημένου (regel 18) (1p)
Wanneer als antwoord Ἐκλίνθη (regel 17) is gegeven, geen scorepunt toekennen.
Hoe vaak syntaxis in het examen komt
| Examen | Vragen | Aantal | Aandeel |
|---|---|---|---|
| 2025, tijdvak 1 | 7, 9, 22 | 3 | 9% |
| 2025, tijdvak 2 | 19, 24 | 2 | 6% |
| 2024, tijdvak 2 | 18 | 1 | 4% |
| 2023, tijdvak 1 | 12 | 1 | 4% |
| 2023, tijdvak 2 | 4, 18 | 2 | 8% |
| 2022, tijdvak 1 | 7 | 1 | 4% |
| 2022, tijdvak 2 | 14, 16-17 | 3 | 12% |
| 2021, tijdvak 1 | 19 | 1 | 4% |
| 2021, tijdvak 3 | 10 | 1 | 4% |
| 2018, tijdvak 1 | 16 | 1 | 4% |
| 2018, tijdvak 2 | 17 | 1 | 4% |
In 11 van de 18 ingedeelde examens Griekse taal en cultuur vwo staat een vraag over syntaxis, samen 17 vragen (4% van alle examenvragen). De meeste stonden in 2025, tijdvak 1: 3 vragen. In de examens van 2024 tot en met 2026 ging 3% van de vragen over syntaxis, daarvoor 4%. Dat aandeel is dus stabiel.
Oefenen met syntaxis
Maak de 15 nieuwste examenvragen over syntaxis online, zonder account, of kies de vragen uit één jaar (2025, 2024, 2023, 2022, 2021 en 2018). Het AI-model kijkt ze na volgens het correctievoorschrift, je docent keurt het resultaat goed en je krijgt per vraag je punten en feedback in je mail.
Andere onderwerpen Griekse taal en cultuur vwo
Nakijken als docent
Kies het examen in de vragenbank
In de vragenbank van ToetsChecker staat elk examen Griekse taal en cultuur vwo onder Eindexamens. Je neemt de examenvragen over in een eigen toets, alles of een selectie, of je leest het examen met het correctievoorschrift in als correctiemodel.
Laat de klas het examen maken
Op papier, zoals het echte examen: je scant de stapel in één keer of mailt de scan naar je scanadres. Of online, als digitale toetsafname met toezicht; de opgavetekst staat dan als bron bij elke vraag. Afbeeldingen uit het examen gaan niet mee, die staan in de PDF van de opgaven.
Geef de resultaten vrij
Het AI-model kijkt elk examen na volgens het correctievoorschrift en schrijft feedback per vraag. Bij een oefenexamen geef je alles in één keer vrij; bij een toets die meetelt loop je het voorstel eerst na. De leerling ziet het resultaat pas na jouw vrijgave.
ToetsChecker is geen examensite: je kijkt er ook je eigen SO's, proefwerken, praktische opdrachten en verslagen mee na, handgeschreven of digitaal, met jouw correctiemodel en feedback per vraag. Een gratis account heeft alle functies en 200 credits per maand, genoeg om ongeveer 100 toetsen te laten nakijken. Maak een gratis account of lees eerst hoe het nakijken werkt.
Alle oefentoetsen en eindexamens van dit vak staan op Grieks oefenen. Wat je op je centraal examen nodig hebt om te slagen, reken je uit met de slaag-zakcalculator.
Veelgestelde vragen
Hoe vaak komt syntaxis voor in het eindexamen Griekse taal en cultuur vwo?
In de 18 ingedeelde examens van 2018 tot en met 2026 gaan 17 vragen over syntaxis, 4% van alle examenvragen. Het onderwerp staat in 11 van die examens.
In welk examen Griekse taal en cultuur vwo stonden de meeste vragen over syntaxis?
In het examen van 2025, tijdvak 1, met 3 vragen: 7, 9, 22.
Hoe oefen ik examenvragen over syntaxis?
Op deze pagina staan alle vragen over syntaxis met het antwoord. Je maakt ook de 15 nieuwste vragen online, of die van één jaar, zonder account: het AI-model kijkt ze na, je docent keurt het resultaat goed en je krijgt per vraag feedback.