Examenvragen werkwoordsvormen Griekse taal en cultuur vwo

25 vragen over werkwoordsvormen uit 14 centrale examens van 2018 tot en met 2025.

Kort antwoord

Werkwoordsvormen komt in 14 van de 18 examens Griekse taal en cultuur vwo voor, met 25 vragen (5% van alle examenvragen). Het meest in 2019, tijdvak 1 (5 vragen). Je oefent de vragen online en het AI-model kijkt ze na volgens het correctievoorschrift.

Alle examenvragen over werkwoordsvormen

Per examen de vragen over werkwoordsvormen, nieuwste eerst, met de tekst van de opgave erbij. Onder elke vraag klap je het antwoord uit het correctievoorschrift open.

Oefen de vragen over dit onderwerp online

2025, tijdvak 2: Tekst 1

Opgavetekst

Tekst 1 Antigone spreekt met Ismene.

Αν. Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει. 41
Ισ. Ποῖόν τι κινδύνευμα; Ποῦ γνώμης ποτ᾿ εἶ; 42
Αν. Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. 43
Ισ. Ἦ γὰρ νοεῖς θάπτειν σφ᾿, ἀπόρρητον πόλει; 44
Αν. Τὸν γοῦν ἐμόν, καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς, 45
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾿ ἁλώσομαι. 46
Ισ. Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; 47
Αν. Ἀλλ᾿ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾿ εἴργειν μέτα. 48
Ισ. Οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ 49
ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾿ ἀπώλετο 50
πρὸς αὐτοφώρων ἀμπλακημάτων, διπλᾶς 51
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· 52
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, 53
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· 54
τρίτον δ᾿ ἀδελφὼ δύο μίαν καθ᾿ ἡμέραν 55
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον 56
κοινὸν κατειργάσαντ᾿ ἐπαλλήλοιν χεροῖν. 57
Νῦν δ᾿ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει 58
ὅσῳ κάκιστ᾿ ὀλούμεθ᾿, εἰ νόμου βίᾳ 59
ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. 60
Ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾿ ὅτι 61
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα· 62
ἔπειτα δ᾿ οὕνεκ᾿ ἀρχόμεσθ᾿ ἐκ κρεισσόνων 63
καὶ ταῦτ᾿ ἀκούειν κἄτι τῶνδ᾿ ἀλγίονα. 64
Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς 65
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, 66
τοῖς ἐν τέλει βεβῶσι πείσομαι. Τὸ γὰρ 67
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. 68
Αν. Οὔτ᾿ ἂν κελεύσαιμ᾿ οὔτ᾿ ἄν, εἰ θέλοις ἔτι 69
πράσσειν, ἐμοῦ γ᾿ ἂν ἡδέως δρῴης μέτα. 70
Ἀλλ᾿ ἴσθ᾿ ὁποία σοι δοκεῖ, κεῖνον δ᾿ ἐγὼ 71
θάψω. Καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. 72
Φίλη μετ᾿ αὐτοῦ κείσομαι, φίλου μέτα, 73
ὅσια πανουργήσασ᾿· ἐπεὶ πλείων χρόνος 74
ὃν δεῖ μ᾿ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. 75
Ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σὺ δ᾿ εἰ δοκεῖ 76
τὰ τῶν θεῶν ἔντιμ᾿ ἀτιμάσασ᾿ ἔχε. 77
Ισ. Ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ 78
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. 79

Aantekeningen
regel 41 ξυνεργάζομαι samenwerken
regel 42 τὸ κινδύνευμα gevaarlijke onderneming
regel 44 ἀπόρρητος verboden
regel 50 νῷν (dativus) ons tweeën; ἀπεχθής gehaat
regel 51 αὐτόφωρος zelf ontdekt; τὸ ἀμπλακήμα fout
regel 52 αὐτουργός eigen
regel 54 πλεκτός gevlochten; ἡ ἀρτάνη strop
regel 56 αὐτοκτονέω elkaar doden
regel 57 ἐπάλληλος elkaar treffend
regel 58 νώ (accusativus) ons tweeën
regel 60 παρέξειμι overtreden
regel 66 ἡ ξύγγνοια vergeving
regel 74 πανουργέω als misdaad uitvoeren

Sophocles, Antigone 41-79

Vraag 8 1 punt

Regel 58-60 Νῦν t/m παρέξιμεν
Dit tekstgedeelte wordt door J. Boonen als volgt vertaald:
Wij zijn alleen. De gruwel wacht op ons
als wij bevel en macht miskennen.
Verdedig de stelling dat de aspectswaarde van λελειμμένα (regel 58) in deze vertaling correct weergegeven is. Betrek in je antwoord de betekenis van λελειμμένα en de weergave ervan in deze vertaling.

Bekijk het antwoord
  • Noemt dat λελειμμένα een perfectum is dat een toestand in het heden beschrijft, betekent 'achtergelaten (zijnde)' of 'overgebleven', en dat de vertaling 'Wij zijn alleen' die toestand correct weergeeft. (1p)

Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Ook goed: λελειμμένα beschrijft de toestand die het resultaat is van 'achtergelaten worden' of 'overblijven', en die wordt in de vertaling samen met μόνα correct met '(Wij zijn) alleen' weergegeven.

Vraag 8 in het hele examen

2024, tijdvak 1: Tekst 1

Opgavetekst

Tekst 1 Uit de grotvergelijking: wanneer iemand een gevangene in de grot losgemaakt heeft.

[1] “Οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε
[2] ἂν τὰ ὄμματα καὶ φεύγειν ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ δύναται
[3] καθορᾶν, καὶ νομίζειν ταῦτα τῷ ὄντι σαφέστερα τῶν δεικνυμένων;”
[4] “Οὕτως”, ἔφη.
[5] “Εἰ δέ”, ἦν δ᾿ ἐγώ, “ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς
[6] ἀναβάσεως καὶ ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου
[7] φῶς, ἆρα οὐχὶ ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον, καὶ ἐπειδὴ πρὸς
[8] τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμματα μεστὰ ὁρᾶν οὐδ᾿ ἂν ἓν δύνασθαι
[9] τῶν νῦν λεγομένων ἀληθῶν;”
[10] “Οὐ γὰρ ἄν”, ἔφη, “ ἐξαίφνης γε.”
[11] “Συνηθείας δή, οἶμαι, δέοιτ᾿ ἄν, εἰ μέλλοι τὰ ἄνω ὄψεσθαι. Καὶ πρῶτον
[12] μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῷ, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν
[13] ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν
[14] τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων
[15] τὸ τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθ᾿ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ
[16] ἡλίου.”
[17] “Πῶς δ᾿ οὔ;”
[18] “Τελευταῖον δή, οἶμαι, τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδ᾿ ἐν ἀλλοτρίᾳ ἕδρᾳ
[19] φαντάσματα αὐτοῦ, ἀλλ᾿ αὐτὸν καθ᾿ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτ᾿ ἂν
[20] κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.”
[21] “ Ἀναγκαῖον”, ἔφη.
[22] “Καὶ μετὰ ταῦτ᾿ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ ὅτι οὗτος ὁ τάς τε
[23] ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ
[24] τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος.”
[25] “Δῆλον”, ἔφη, “ ὅτι ἐπὶ ταῦτα ἂν μετ᾿ ἐκεῖνα ἔλθοι.”
[26] “Τί οὖν; Ἀναμιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ
[27] σοφίας καὶ τῶν τότε συνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς
[28] μεταβολῆς, τοὺς δὲ ἐλεεῖν;”
[29] “Καὶ μάλα.”
[30] “Τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες αὐτοῖς ἦσαν τότε παρ᾿ ἀλλήλων καὶ γέρα,
[31] τῷ ὀξύτατα καθορῶντι τὰ παριόντα καὶ μνημονεύοντι μάλιστα ὅσα τε
[32] πρότερα αὐτῶν καὶ ὕστερα εἰώθει καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ
[33] δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν
[34] ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ ζηλοῦν τοὺς παρ᾿ ἐκείνοις τιμωμένους τε καὶ
[35] ἐνδυναστεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι
[36] ‘ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ, ἀνδρὶ παρ᾿ ἀκλήρῳ’ καὶ ὁτιοῦν [ἂν]
[37] πεπονθέναι μᾶλλον ἢ ᾿κεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν;”
[38] “Οὕτως”, ἔφη, “ ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ
[39] ζῆν ἐκείνως.”
[40] “Καὶ τόδε δὴ ἐννόησον”, ἦν δ᾿ ἐγώ. “Εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς
[41] τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρ᾿ οὐ σκότους ἂν[α] πλέως σχοίη τοὺς
[42] ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;”
[43] “Καὶ μάλα γ᾿ ”, ἔφη.
[44] “Τὰς δὲ δὴ σκιὰς ἐκείνας πάλιν εἰ δέοι αὐτὸν γνωματεύοντα
[45] διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκείνοις, ἐν ᾧ ἀμβλυώττει, πρὶν
[46] καταστῆναι τὰ ὄμματα, οὗτος δ᾿ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη τῆς
[47] συνηθείας, ἆρ᾿ οὐ γέλωτ᾿ ἂν παράσχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ ὡς
[48] ἀναβὰς ἄνω διεφθαρμένος ἥκει τὰ ὄμματα, καὶ ὅτι οὐκ ἄξιον οὐδὲ
[49] πειρᾶσθαι ἄνω ἰέναι; Καὶ τὸν ἐπιχειροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν
[50] ταῖς χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτεινύναι ἄν;”
[51] “Σφόδρα γ᾿ ”, ἔφη.

Aantekeningen
ἡ ἀνάβασις de weg omhoog (regel 6)
ἀνάντης steil
ἐξέλκω, aoristus ἐξείλκυσα eruit trekken
regel 7 ὀδυνάομαι pijn voelen
regel 27 ὁ συνδεσμώτης medegevangene
regel 33 ἀπομαντεύομαι voorspellen
regel 35 ἐνδυναστεύω heersen
regel 36 ὁ ἐπάρουρος landarbeider
θητεύω + dativus voor loon dienen
ἄκληρος zonder bezit
γνωματεύω onderscheiden (regel 44)
διαμιλλάομαι + dativus wedijveren met (regel 45)
ὁ δεσμώτης gevangene
ἀμβλυώττω slecht zien

Plato, Politeia 515d9-517a7

Vraag 5 1 punt

Regel 24 ἑώρων: Verklaar de aspectswaarde van ἑώρων. Betrek in je antwoord de betekenis van deze werkwoordsvorm.

Bekijk het antwoord
  • Noemt het imperfectum als aspectswaarde van ἑώρων en legt uit dat de vorm een voortduring of gewoonte beschrijft: ze zagen / keken. (1p)

Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn.

Vraag 5 in het hele examen

2024, tijdvak 1: Tekst 2

Opgavetekst

Tekst 2 Aristophanes vertelt hoe liefde is ontstaan.

[1] Ἦν δὲ διὰ ταῦτα τρία τὰ γένη καὶ τοιαῦτα, ὅτι τὸ μὲν ἄρρεν ἦν τοῦ ἡλίου
[2] τὴν ἀρχὴν ἔκγονον, τὸ δὲ θῆλυ τῆς γῆς, τὸ δὲ ἀμφοτέρων μετέχον τῆς
[3] σελήνης, ὅτι καὶ ἡ σελήνη ἀμφοτέρων μετέχει· περιφερῆ δὲ δὴ ἦν καὶ αὐτὰ
[4] καὶ ἡ πορεία αὐτῶν διὰ τὸ τοῖς γονεῦσιν ὅμοια εἶναι. Ἦν οὖν τὴν ἰσχὺν
[5] δεινὰ καὶ τὴν ῥώμην, καὶ τὰ φρονήματα μεγάλα εἶχον, ἐπεχείρησαν δὲ τοῖς
[6] θεοῖς, καὶ ὃ λέγει Ὅμηρος περὶ Ἐφιάλτου τε καὶ Ὤτου, περὶ ἐκείνων
[7] λέγεται, τὸ εἰς τὸν οὐρανὸν ἀνάβασιν ἐπιχειρεῖν ποιεῖν, ὡς ἐπιθησομένων
[8] τοῖς θεοῖς. Ὁ οὖν Ζεὺς καὶ οἱ ἄλλοι θεοὶ ἐβουλεύοντο ὅτι χρὴ αὐτοὺς
[9] ποιῆσαι, καὶ ἠπόρουν· οὔτε γὰρ ὅπως ἀποκτείναιεν εἶχον καὶ ὥσπερ τοὺς
[10] γίγαντας κεραυνώσαντες τὸ γένος ἀφανίσαιεν – αἱ τιμαὶ γὰρ αὐτοῖς καὶ
[11] ἱερὰ τὰ παρὰ τῶν ἀνθρώπων ἠφανίζετο – οὔτε ὅπως ἐῷεν ἀσελγαίνειν.
[12] Μόγις δὴ ὁ Ζεὺς ἐννοήσας λέγει ὅτι “Δοκῶ μοι”, ἔφη, “ ἔχειν μηχανήν, ὡς
[13] ἂν εἶέν τε ἅνθρωποι καὶ παύσαιντο τῆς ἀκολασίας ἀσθενέστεροι γενόμενοι.
[14] Νῦν μὲν γὰρ αὐτούς”, ἔφη, “διατεμῶ δίχα ἕκαστον, καὶ ἅμα μὲν
[15] ἀσθενέστεροι ἔσονται, ἅμα δὲ χρησιμώτεροι ἡμῖν διὰ τὸ πλείους τὸν
[16] ἀριθμὸν γεγονέναι· καὶ βαδιοῦνται ὀρθοὶ ἐπὶ δυοῖν σκελοῖν. Ἐὰν δ᾿ ἔτι
[17] δοκῶσιν ἀσελγαίνειν καὶ μὴ ᾿θέλωσιν ἡσυχίαν ἄγειν, πάλιν αὖ ”, ἔφη,
[18] “τεμῶ δίχα, ὥστ᾿ ἐφ᾿ ἑνὸς πορεύσονται σκέλους ἀσκωλιάζοντες.” Ταῦτα
[19] εἰπὼν ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ
[20] μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν· ὅντινα δὲ τέμοι, τὸν
[21] Ἀπόλλω ἐκέλευεν τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ
[22] πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ
[23] ἄνθρωπος, καὶ τἆλλα ἰᾶσθαι ἐκέλευεν. Ὁ δὲ τό τε πρόσωπον μετέστρεφε,
[24] καὶ συνέλκων πανταχόθεν τὸ δέρμα ἐπὶ τὴν γαστέρα νῦν καλουμένην,
[25] ὥσπερ τὰ σύσπαστα βαλλάντια, ἓν στόμα ποιῶν ἀπέδει κατὰ μέσην τὴν
[26] γαστέρα, ὃ δὴ τὸν ὀμφαλὸν καλοῦσι. Καὶ τὰς μὲν ἄλλας ῥυτίδας τὰς
[27] πολλὰς ἐξελέαινε καὶ τὰ στήθη διήρθρου, ἔχων τι τοιοῦτον ὄργανον οἷον οἱ
[28] σκυτοτόμοι περὶ τὸν καλάποδα λεαίνοντες τὰς τῶν σκυτῶν ῥυτίδας· ὀλίγας
[29] δὲ κατέλιπε, τὰς περὶ αὐτὴν τὴν γαστέρα καὶ τὸν ὀμφαλόν, μνημεῖον εἶναι
[30] τοῦ παλαιοῦ πάθους. Ἐπειδὴ οὖν ἡ φύσις δίχα ἐτμήθη, ποθοῦν ἕκαστον τὸ
[31] ἥμισυ τὸ αὑτοῦ συνῄει, καὶ περιβάλλοντες τὰς χεῖρας καὶ συμπλεκόμενοι
[32] ἀλλήλοις, ἐπιθυμοῦντες συμφῦναι, ἀπέθνῃσκον ὑπὸ λιμοῦ καὶ τῆς ἄλλης
[33] ἀργίας διὰ τὸ μηδὲν ἐθέλειν χωρὶς ἀλλήλων ποιεῖν. Καὶ ὁπότε τι ἀποθάνοι
[34] τῶν ἡμίσεων, τὸ δὲ λειφθείη, τὸ λειφθὲν ἄλλο ἐζήτει καὶ συνεπλέκετο, εἴτε
[35] γυναικὸς τῆς ὅλης ἐντύχοι ἡμίσει – ὃ δὴ νῦν γυναῖκα καλοῦμεν – εἴτε
[36] ἀνδρός· καὶ οὕτως ἀπώλλυντο. Ἐλεήσας δὲ ὁ Ζεὺς ἄλλην μηχανὴν
[37] πορίζεται, καὶ μετατίθησιν αὐτῶν τὰ αἰδοῖα εἰς τὸ πρόσθεν – τέως γὰρ καὶ
[38] ταῦτα ἐκτὸς εἶχον, καὶ ἐγέννων καὶ ἔτικτον οὐκ εἰς ἀλλήλους ἀλλ᾿ εἰς γῆν,
[39] ὥσπερ οἱ τέττιγες – μετέθηκέ τε οὖν οὕτω αὐτῶν εἰς τὸ πρόσθεν καὶ διὰ
[40] τούτων τὴν γένεσιν ἐν ἀλλήλοις ἐποίησεν, διὰ τοῦ ἄρρενος ἐν τῷ θήλει,
[41] τῶνδε ἕνεκα, ἵνα ἐν τῇ συμπλοκῇ ἅμα μὲν εἰ ἀνὴρ γυναικὶ ἐντύχοι, γεννῷεν
[42] καὶ γίγνοιτο τὸ γένος, ἅμα δ᾿ εἰ καὶ ἄρρην ἄρρενι, πλησμονὴ γοῦν γίγνοιτο
[43] τῆς συνουσίας καὶ διαπαύοιντο καὶ ἐπὶ τὰ ἔργα τρέποιντο καὶ τοῦ ἄλλου
[44] βίου ἐπιμελοῖντο.

Aantekeningen
ἔκγονος + genitivus afstammend van (regel 2)
ἡ ἀνάβασις het opklimmen (regel 7)
κεραυνόω met de bliksem treffen (regel 10)
regel 11 ἀσελγαίνω zich losbandig gedragen
regel 14 διατέμνω doorsnijden
regel 17 ἀσελγαίνω zich losbandig gedragen
regel 18 ἀσκωλιάζω hinkelen
regel 19 τὸ ὄον peerlijsterbes
ἡ τμῆσις splitsing (regel 22)
συνέλκω samentrekken (regel 24)
σύσπαστος met een koord sluitbaar (regel 25)
τὸ βαλλάντιον buidel
ἀποδέω afbinden
ἡ ῥυτίς rimpel (regel 26)
ἐκλεαίνω glad maken (regel 27)
διαρθρόω vormen
ὁ καλάπους leest (regel 28)
λεαίνω glad maken
τὸ σκῦτος stuk leer
ἡ ῥυτίς rimpel
συμπλέκομαι + dativus omarmen (regel 31)
συμφύομαι samengroeien (regel 32)
regel 34 συμπλέκομαι + dativus omarmen
regel 39 ὁ τέττιξ krekel
regel 41 ἡ συμπλοκή omarming
regel 43 διαπαύομαι pauzeren

Plato, Symposium 190a8-191c8

Vraag 22 2 punten

Regel 36-43 καὶ οὕτως t/m συνουσίας: Dit tekstgedeelte wordt in een parafrase door H. Leliveld als volgt weergegeven:

Alsnog dreigde de menselijke soort uit te sterven. Dus moest Zeus nog drastischer maatregelen treffen. Dat deed hij door de geslachtsdelen naar de voorkant te verplaatsen. En dat had alleen maar voordelen! Een mannelijke en een vrouwelijke helft kregen bij omhelzing nageslacht. En een omhelzing tussen gelijke seksen leverde in elk geval verzadiging op.

a Noteer het grammaticale gegeven uit het tekstgedeelte καὶ οὕτως t/m συνουσίας (regel 36-43) waarop de weergave 'dreigde' is gebaseerd, en citeer daarbij het desbetreffende Griekse woord.
b Citeer uit het tekstgedeelte καὶ οὕτως t/m συνουσίας (regel 36-43) het Griekse tekstelement waarop de woorden 'tussen gelijke seksen' zijn gebaseerd.

Bekijk het antwoord
  • Noemt dat ἀπώλλυντο (regel 36) een imperfectum is, dat de praesensstam heeft, en citeert dat woord. (1p)
  • Citeert (εἰ καὶ) ἄρρην ἄρρενι (regel 42). (1p)

Bij a het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn: het grammaticale gegeven (imperfectum, praesensstam) én het Griekse woord.

Vraag 22 in het hele examen

2024, tijdvak 2: Tekst 2

Opgavetekst

Tekst 2

Alcibiades begint zijn lofrede.

[1] Σωκράτη δ᾿ ἐγὼ ἐπαινεῖν, ὦ ἄνδρες, οὕτως ἐπιχειρήσω, δι᾿ εἰκόνων. [2] Οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δ᾿ ἡ εἰκὼν τοῦ [3] ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου. Φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς [4] σιληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας [5] ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες [6] φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν. Καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ [7] σατύρῳ τῷ Μαρσύᾳ. Ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, ὦ [8] Σώκρατες, οὐδ᾿ αὐτὸς ἄν που ἀμφισβητήσαις· ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ [9] τοῦτο ἄκουε. Ὑβριστὴς εἶ· ἢ οὔ; Ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας [10] παρέξομαι. Ἀλλ᾿ οὐκ αὐλητής; Πολύ γε θαυμασιώτερος ἐκείνου. Ὁ μέν γε [11] δι᾿ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι [12] νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ – ἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, [13] τούτου διδάξαντος – τὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε [14] φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ [15] τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι. Σὺ δ᾿ ἐκείνου τοσοῦτον μόνον [16] διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν τοῦτο ποιεῖς. Ἡμεῖς [17] γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος [18] ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί· ἐπειδὰν δὲ σοῦ τις [19] ἀκούῃ ἢ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος ᾖ ὁ λέγων, [20] ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ [21] κατεχόμεθα. Ἐγὼ γοῦν, ὦ ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, [22] εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ [23] πάσχω ἔτι καὶ νυνί. Ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον ἢ τῶν [24] κορυβαντιώντων ἥ τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν [25] τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας· Περικλέους δὲ [26] ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δ᾿ [27] οὐδὲν ἔπασχον, οὐδ᾿ ἐτεθορύβητό μου ἡ ψυχὴ οὐδ᾿ ἠγανάκτει ὡς [28] ἀνδραποδωδῶς διακειμένου, ἀλλ᾿ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ [29] οὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω. Καὶ ταῦτα, ὦ [30] Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ. Καὶ ἔτι γε νῦν σύνοιδ᾿ ἐμαυτῷ ὅτι εἰ [31] ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. [32] Ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν [33] ἀμελῶ, τὰ δ᾿ Ἀθηναίων πράττω. Βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων [34] ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ [35] καταγηράσω. Πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις [36] οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον [37] αἰσχύνομαι. Σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ [38] ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ [39] τῶν πολλῶν. Δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ [40] ὡμολογημένα.

Aantekeningen
ὁ σιληνός: silenenbeeldje (regel 4)
τὸ ἑρμογλυφεῖον: beeldhouwatelier
διχάδε: naar twee kanten (regel 5)
διοίγω: openen
ὁ σάτυρος: sater (regel 7)
αὐλέω: fluit spelen (regel 12)
αὐλέω: fluit spelen (regel 13)
ἡ αὐλητρίς: fluitspeelster (regel 14)
κορυβαντιάω: corybantische dansen uitvoeren (regel 24)
ἀνδραποδώδης: slaafs (regel 28)
καταγηράω: oud worden (regel 35)
δραπετεύω + accusativus: weglopen van (regel 39)

Plato, Symposium 215a4-216b6

Afbeelding 2 Alcibiades en Socrates.

Alcibiades en Socrates.
Afbeelding 2 Ets van A. Devéria, ca. 1850

Ets in grijstinten. Links staat een jonge man in een mantel, met een hand tegen zijn hoofd. Rechts zit een oudere bebaarde man op een stoel en gebaart met een arm. Op de achtergrond een kamer met een lamp.

Vraag 21 1 punt

Regel 35-39 Πέπονθα t/m πολλῶν en afbeelding 2. Citeer uit dit tekstgedeelte de Griekse persoonsvorm die past bij de houding van Socrates op afbeelding 2.

Bekijk het antwoord
  • Citeert κελεύει (regel 38). (1p)

Vraag 21 in het hele examen

2023, tijdvak 1: Tekst 1

Opgavetekst

Tekst 1 Gewoonten bij de Babyloniërs.

[1] Bij hen bestaan deze gewoonten: ὁ μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν
[2] ἡμετέρην, τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι. Κατὰ κώμας
[3] ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε. Ὡς ἂν αἱ παρθένοι
[4] γινοίατο γάμων ὡραῖαι, ταύτας ὅκως συναγάγοιεν πάσας, ἐς ἓν χωρίον
[5] ἐσάγεσκον ἁλέας, πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν. Ἀνιστὰς δὲ κατὰ
[6] μίαν ἑκάστην κῆρυξ πωλέεσκε, πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων,
[7] μετὰ δέ, ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη, ἄλλην ἀνεκήρυσσε
[8] ἣ μετ᾿ ἐκείνην ἔσκε εὐειδεστάτη. Ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι. Ὅσοι μὲν
[9] δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι, ὑπερβάλλοντες ἀλλήλους
[10] ἐξωνέοντο τὰς καλλιστευούσας· ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι, οὗτοι
[11] δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ, οἱ δ᾿ ἂν χρήματά τε καὶ αἰσχίονας
[12] παρθένους ἐλάμβανον. Ὡς γὰρ δὴ διεξέλθοι ὁ κῆρυξ πωλέων τὰς
[13] εὐειδεστάτας τῶν παρθένων, ἀνίστη ἂν τὴν ἀμορφεστάτην ἢ εἴ τις αὐτέων
[14] ἔμπηρος ἦν, καὶ ταύτην ἀνεκήρυσσε, ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν
[15] συνοικέειν αὐτῇ, ἐς ὃ τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο· τὸ δὲ ἂν
[16] χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων, καὶ οὕτως αἱ εὔμορφοι τὰς
[17] ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν.
(In het hier weggelaten gedeelte beschrijft Herodotus nog enkele gewoonten.)
[18] Ὁ δὲ δὴ αἴσχιστος τῶν νόμων ἐστὶ τοῖσι Βαβυλωνίοισι ὅδε. Δεῖ πᾶσαν
[19] γυναῖκα ἐπιχωρίην ἱζομένην ἐς ἱρὸν Ἀφροδίτης ἅπαξ ἐν τῇ ζόῃ μειχθῆναι
[20] ἀνδρὶ ξείνῳ. Πολλαὶ δὲ καὶ οὐκ ἀξιεύμεναι ἀναμίσγεσθαι τῇσι ἄλλῃσι οἷα
[21] πλούτῳ ὑπερφρονέουσαι, ἐπὶ ζευγέων ἐν καμάρῃσι ἐλάσασαι πρὸς τὸ ἱρὸν
[22] ἑστᾶσι, θεραπηίη δέ σφι ὄπισθε ἕπεται πολλή. Αἱ δὲ πλεῦνες ποιεῦσι ὧδε·
[23] ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι
[24] θώμιγγος πολλαὶ γυναῖκες· αἱ μὲν γὰρ προσέρχονται, αἱ δὲ ἀπέρχονται.
[25] Σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν,
[26] δι᾿ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται. Ἔνθα ἐπεὰν ἵζηται γυνή, οὐ
[27] πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία ἤ τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν
[28] ἐς τὰ γούνατα μειχθῇ ἔξω τοῦ ἱροῦ.
Aantekeningen
ὡραῖος + genitivus: op de juiste leeftijd voor (regel 4)
ἀνακηρύσσω: in veiling brengen (regel 7)
ἡ συνοίκησις: huwelijk (regel 8)
ἐπίγαμος: huwbaar (regel 9)
ἐξωνέομαι: kopen (regel 10)
ἄμορφος: lelijk (regel 13)
ἔμπηρος: kreupel (regel 14)
εὔμορφος: mooi (regel 16)
ἀναμίσγομαι + dativus: zich mengen onder (regel 20)
ὑπερφρονέω: hoogmoedig zijn (regel 21)
τὸ ζεῦγος: wagen
ἡ καμάρη: huifwagen
ἡ θεραπηίη: groep bedienden (regel 22)
ἡ θῶμιγξ, -ιγγος: touw (regel 24)
σχοινοτενής: lijnrecht (regel 25)

Herodotus, Historiën 1.196 en 199

Vraag 2 1 punt

Regel 2-3 Κατὰ t/m τάδε
Beschrijf de aspectswaarde van de persoonsvorm in deze zin. Betrek in je antwoord de betekenis van deze zin.

Bekijk het antwoord
  • Noemt dat ἐποιέετο in het imperfectum staat en een herhaalde handeling of gewoonte beschrijft: elk jaar, of een keer per jaar, deed men dit (in elk dorp). (1p)

Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Of woorden van overeenkomstige strekking.

Vraag 2 in het hele examen

2023, tijdvak 1: Tekst 2

Opgavetekst

Tekst 2 Helena en Alexander in Egypte.

[1] Ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε·
[2] Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ· καί
[3] μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον
[4] πέλαγος, ἐνθεῦτεν δέ (οὐ γὰρ ἀνίει τὰ πνεύματα) ἀπικνέεται ἐς Αἴγυπτον
[5] καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς
[6] Ταριχείας. Ἦν δὲ ἐπὶ τῆς ἠιόνος, τὸ καὶ νῦν ἐστι, Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν
[7] καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν
[8] διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι. Ὁ νόμος οὗτος διατελέει ἐὼν
[9] ὅμοιος τὸ μέχρι ἐμεῦ ἀπ᾿ ἀρχῆς. Τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται
[10] θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι
[11] τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα
[12] λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων
[13] ἀδικίην· κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν τοῦ στόματος
[14] τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις. Ἀκούσας δὲ τούτων ὁ Θῶνις πέμπει
[15] τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε· “ Ἥκει
[16] ξεῖνος, γένος μὲν Τευκρός, ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος·
[17] ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει
[18] καὶ πολλὰ κάρτα χρήματα, ὑπὸ ἀνέμων ἐς γῆν τὴν σὴν ἀπενειχθείς· κότερα
[19] δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἢ ἀπελώμεθα τὰ ἔχων ἦλθε;”
[20] Ἀντιπέμπει πρὸς ταῦτα ὁ Πρωτεὺς λέγων τάδε· “ Ἄνδρα τοῦτον, ὅστις κοτέ
[21] ἐστὶ ὁ ἀνόσια ἐξεργασμένος ξεῖνον τὸν ἑωυτοῦ, συλλαβόντες ἀπάγετε
[22] παρ᾿ ἐμέ, ἵνα εἰδέω τί κοτε καὶ λέξει.” Ἀκούσας δὲ ταῦτα ὁ Θῶνις
[23] συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν
[24] τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ
[25] καὶ τοὺς ἱκέτας. Ἀνακομισθέντων δὲ πάντων εἰρώτα τὸν Ἀλέξανδρον ὁ
[26] Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι. Ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς
[27] πάτρης εἶπε τὸ οὔνομα καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι.
[28] Μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι· πλανωμένου
[29] δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην ἤλεγχον οἱ
[30] γενόμενοι ἱκέται ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος. Τέλος δὲ δή
[31] σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι “ Ἐγὼ εἰ μὴ περὶ πολλοῦ
[32] ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπ᾿ ἀνέμων ἤδη ἀπολαμφθέντες
[33] ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτεισάμην, ὅς, ὦ
[34] κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ
[35] σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες· καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλ᾿
[36] ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων [ἐκκλέψας]. Καὶ οὐδὲ ταῦτά τοι μοῦνα
[37] ἤρκεσε, ἀλλὰ καὶ τὰ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις. Νῦν ὦν ἐπειδὴ περὶ
[38] πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ
[39] τοι προήσω ἀπάγεσθαι, ἀλλ᾿ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν
[40] αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ· αὐτὸν δέ σε καὶ τοὺς σοὺς
[41] συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ
[42] μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι.”
Aantekeningen
ἐξώστης: uit de koers brengend (regel 3)
τὸ στίγμα: merkteken (regel 7)
ἀντιπέμπω: als antwoord sturen (regel 20)
ἀνακομίζω: brengen (regel 25)
ἀναπτερόω: het hoofd op hol brengen (regel 36)
κεραΐζω: plunderen (regel 37)
ξεινοκτονέω: vreemdelingen doden (regel 38)
ἐς ὅ: totdat (regel 39)
ὁ σύμπλοος: reisgenoot (regel 41)
μετορμίζομαι: wegvaren (regel 42)

Herodotus, Historiën, 2.113-115

Vraag 15 2 punten

Regel 8 διατελέει en regel 14 πέμπει
Deze persoonsvormen staan in dezelfde werkwoordstijd, maar ze staan niet om dezelfde reden in deze werkwoordstijd.
Beschrijf van beide persoonsvormen de reden waarom ze in deze werkwoordstijd staan.

Bekijk het antwoord
  • Beschrijft bij διατελέει dat het een voortduring of gewoonte beschrijft, met betrekking tot het heden van Herodotus. (1p)
  • Beschrijft bij πέμπει dat het verwijst naar een cruciaal moment, ter verlevendiging: het is een praesens historicum. (1p)

Niet fout rekenen wanneer met betrekking tot διατελέει is geantwoord ‘Het is een gewoon praesens.’ Of woorden van overeenkomstige strekking.

Vraag 15 in het hele examen

2023, tijdvak 2: Tekst 1

Opgavetekst

Tekst 1 Gyges reageert op het voorstel van Candaules.

[1] Ὁ δὲ μέγα ἀμβώσας εἶπε· “Δέσποτα, τίνα λέγεις λόγον οὐκ ὑγιέα, κελεύων
[2] με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν; Ἅμα δὲ κιθῶνι ἐκδυομένῳ
[3] συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. Πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται,
[4] ἐκ τῶν μανθάνειν δεῖ· ἐν τοῖσι ἓν τόδε ἐστί, σκοπέειν τινὰ τὰ ἑωυτοῦ. Ἐγὼ
[5] δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην, καὶ σεο δέομαι μὴ
[6] δέεσθαι ἀνόμων.” Ὁ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρρωδέων μή τί οἱ
[7] ἐξ αὐτῶν γένηται κακόν. Ὁ δ᾿ ἀμείβετο τοισίδε· “Θάρσει, Γύγη, καὶ μὴ
[8] φοβεῦ μήτε ἐμέ, ὥς σεο πειρώμενος λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν
[9] ἐμήν, μή τί τοι ἐξ αὐτῆς γένηται βλάβος· ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτω
[10] ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ. Ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ
[11] κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω· μετὰ δ᾿ ἐμὲ ἐσελθόντα
[12] παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον. Κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος·
[13] ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἓν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ᾿ ἡσυχίην
[14] πολλὴν παρέξει τοι θεήσασθαι. Ἐπεὰν δὲ ἀπὸ τοῦ θρόνου στίχῃ ἐπὶ τὴν
[15] εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μή σε
[16] ὄψεται ἰόντα διὰ θυρέων.” Ὁ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἦν ἕτοιμος·
[17] ὁ δὲ Κανδαύλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἤγαγε τὸν Γύγεα ἐς τὸ
[18] οἴκημα, καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή· ἐσελθοῦσαν δὲ καὶ
[19] τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης. Ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς
[20] γυναικὸς ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω. Καὶ ἡ γυνὴ ἐπορᾷ μιν
[21] ἐξιόντα. Μαθοῦσα δὲ τὸ ποιηθὲν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα
[22] οὔτε ἔδοξε μαθεῖν, ἐν νόῳ ἔχουσα τείσασθαι τὸν Κανδαύλεα·
[23] παρὰ γὰρ τοῖσι Λυδοῖσι, σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι, καὶ
[24] ἄνδρα ὀφθῆναι γυμνὸν ἐς αἰσχύνην μεγάλην φέρει. Τότε μὲν δὴ οὕτως
[25] οὐδὲν δηλώσασα ἡσυχίην εἶχε· ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν
[26] οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη
[27] ἐκάλεε τὸν Γύγεα. Ὁ δὲ οὐδὲν δοκέων αὐτὴν τῶν πρηχθέντων ἐπίστασθαι
[28] ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.
[29] Ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε· “Νῦν τοι δυῶν ὁδῶν
[30] παρεουσέων, Γύγη, δίδωμι αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι· ἢ γὰρ
[31] Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν
[32] σε αὐτίκα οὕτω ἀποθνῄσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ
[33] τοῦ λοιποῦ ἴδῃς τὰ μή σε δεῖ. Ἀλλ᾿ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα
[34] δεῖ ἀπόλλυσθαι ἢ σὲ τὸν ἐμὲ γυμνὴν θεησάμενον καὶ ποιήσαντα οὐ
[35] νομιζόμενα.” Ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ
[36] ἱκέτευε μή μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν. Οὐκ ὦν δὴ
[37] ἔπειθε, ἀλλ᾿ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα
[38] ἀπολλύναι ἢ αὐτὸν ὑπ᾿ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.
[39] Ἐπειρώτα δὴ λέγων τάδε· “ Ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν
[40] κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω, τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.”
[41] Ἡ δὲ ὑπολαβοῦσα ἔφη· “ Ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμὴ ἔσται ὅθεν περ
[42] καὶ ἐκεῖνος ἐμὲ ἐπεδέξατο γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.”

Aantekeningen
ἐκδύω uittrekken regel 2
συνεκδύομαι tegelijk uittrekken regel 3
ἀπομάχομαι zich verzetten regel 6
regel 9 τὸ βλάβος schade
regel 13 ἐκδύνω uittrekken
regel 20 ὑπεκδύομαι, aoristus ὑπεξέδυν stiekem wegsluipen
regel 42 ὑπνόομαι gaan slapen
ἡ ἐπιχείρησις aanval

Herodotus, Historiën 1.8.3-1.11

Vraag 7 2 punten

Regel 20-21 Καὶ t/m ἐξιόντα en regel 23-24 παρὰ γὰρ t/m φέρει. De werkwoordstijd van de persoonsvormen in deze zinnen is gelijk, maar deze werkwoordstijd is op een verschillende manier gebruikt. Verklaar voor elk van deze persoonsvormen het gebruik van de werkwoordstijd. Betrek in je antwoord de betekenis van beide zinnen.

Bekijk het antwoord
  • Bij ἐπορᾷ (regel 20-21): het praesens vestigt de aandacht op een hoogtepunt of een onverwachte gebeurtenis in het verhaal (praesens ter verlevendiging, praesens dramaticum of historicum: de vrouw zag hem naar buiten gaan). (1p)
  • Bij φέρει (regel 23-24): het praesens beschrijft een (in Herodotus’ tijd nog) bestaande gewoonte of situatie die betrekking heeft op het heden: bij de Lydiërs en andere niet-Grieken is het een grote schande als een man naakt gezien wordt. (1p)

Bij beide delen van het antwoord het scorepunt alleen toekennen wanneer beide onderdelen van het deelantwoord juist zijn. Niet fout rekenen wanneer als eerste onderdeel van het deelantwoord met betrekking tot φέρει alleen is genoteerd ‘Het is een gewoon praesens.’ Of woorden van overeenkomstige strekking.

Vraag 7 in het hele examen

Vraag 10 1 punt

Regel 30-38 ἢ γὰρ t/m περιεῖναι. Drie van de onderstaande werkwoordsvormen hebben hetzelfde onderwerp. Welke werkwoordsvorm heeft een ander onderwerp dan de andere drie?

  1. A ἀποθνῇσκειν (regel 32)
  2. B ἀπόλλυσθαι (regel 34)
  3. C ἀπολλύναι (regel 38)
  4. D ἀπόλλυσθαι (regel 38)
Bekijk het antwoord

Antwoord: B

Vraag 10 in het hele examen

2022, tijdvak 1: Tekst 1

Opgavetekst

Tekst 1 Apollo verhoort het gebed van Chryses.

[43] Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖβος Ἀπόλλων,
[44] βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
[45] τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
[46] ἔκλαγξαν δ᾿ ἄρ᾿ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο,
[47] αὐτοῦ κινηθέντος· ὁ δ᾿ ἤϊε νυκτὶ ἐοικώς.
[48] Ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκε·
[49] δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο·
[50] οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
[51] αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
[52] βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
[53] Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
[54] τῇ δεκάτῃ δ᾿ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
[55] τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
[56] κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.
[57] Οἱ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο,
[58] τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[59] “ Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
[60] ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
[61] εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
[62] ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
[63] ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν,
[64] ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
[65] εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾿ ἑκατόμβης,
[66] αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
[67] βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.”
[68] Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη
[69] Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾿ ἄριστος,
[70] ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα,
[71] καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω
[72] ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
[73] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
[74] “ Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
[75] μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
[76] τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
[77] ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
[78] ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
[79] Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί.”

Aantekeningen
τὸ κάρηνον: top (regel 44)
ἀμφηρεφής: aan beide zijden gesloten (regel 45)
ἡ κλαγγή: klank (regel 49)
ὁ οὐρεύς: muildier (regel 50)
ἐχεπευκής: scherp (regel 51)
τὸ κῆλον: pijl (regel 53)
παλιμπλαγχθείς: teruggedreven (regel 59)
ἄψ: weer (regel 60)
ὁ λοιμός: pest (regel 61)
ὁ ὀνειροπόλος: droomuitlegger (regel 63)
ἐπιμέμφομαι + genitivus: ontevreden zijn over (regel 65)
ὁ οἰωνοπόλος: vogelwichelaar (regel 69)
ὄχα: verreweg
ἡ μαντοσύνη: waarzeggerskunst (regel 72)
ἐϋφρονέων: verstandig (regel 73)
ἑκατηβελέτης: van verre treffend (regel 75)

Homerus, Ilias 1.43-79

Vraag 6 2 punten

Regel 53 ᾤχετο en regel 54 καλέσσατο. Beschrijf de aspectswaarde van elk van deze twee persoonsvormen. Betrek in je antwoord de betekenis van beide persoonsvormen.

Bekijk het antwoord
  • ᾤχετο (imperfectum) beschrijft het voortduren van een handeling: ze bleven maar gaan / ze gingen (voortdurend), of beschrijft de herhaling van een handeling: ze gingen achter elkaar / de ene na de andere. (1p)
  • καλέσσατο (aoristus) beschrijft een afgesloten handeling / een handeling op zich / een handeling die het verhaal voortstuwt: hij riep (op/bijeen) / ontbood. (1p)

Woorden van overeenkomstige strekking zijn goed. Bij beide delen van het antwoord het scorepunt alleen toekennen wanneer beide onderdelen van het deelantwoord juist zijn.

Vraag 6 in het hele examen

2022, tijdvak 2: Tekst 1 en Tekst 2

Opgavetekst

Tekst 1 Pandarus, zoon van Lycaon, heeft zijn speer naar Diomedes geworpen.

[283] Luidkeels stond hij te juichen, de roemrijke zoon van Lykaon:
[284] ‘Raak! Je bent recht in je buik getroffen. Jij maakt het niet lang meer,
[285] zou ik zo denken, maar mij heb je grote krijgsroem gegeven.’
[286] Onverschrokken gaf de held Diomedes hem antwoord:
[287] ‘Mis en niet raak, man! Maar ik verwacht dat jullie niet rusten
[288] voor de één of de ander is gesneuveld en zo de
[289] bloeddorst van de god met het taaie schild Ares gestild heeft,’
[290] riep hij en wierp zijn speer gericht door Athene, die trof zijn
[291] neus naast de oogkas, drong verder tussen de blinkende tanden,
[292] daarna sneed het meedogenloos brons bij de wortel de tong nog
[293] door en de punt van de speer kwam onder de kin weer naar buiten.
[294] Pandaros viel van de wagen, zijn wapens kletterden op hem
[295] met geflits en geflonker, het snelvoetig paardenspan deinsde
[296] schichtig opzij, ter plaatse verlieten zijn geest en zijn kracht hem.

Homerus, Ilias 5.283-296

Tekst 2 Patroclus raakt gewond.

[801] Patroklos zag in zijn vuist
zijn hele speer met lange schaduw breken,
[802] de zware, lange, sterke speer met punt
van brons. En op de grond viel van zijn schouders
[803] het schild met mooi bewerkte rand en ook
de bandelier. De vorst en zoon van Zeus
[804] Apollo maakte ook zijn harnas los.
[805] Τὸν δ᾿ ἄτη φρένας εἷλε, λύθεν δ᾿ ὑπὸ φαίδιμα γυῖα,
[806] στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
[807] ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνήρ,
[808] Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
[809] ἔγχεΐ θ᾿ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
[810] καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ᾿ ἵππων,
[811] πρῶτ᾿ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο·
[812] ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεες ἱππεῦ,
[813] οὐδὲ δάμασσ᾿· ὁ μὲν αὖτις ἀνέδραμε, μίκτο δ᾿ ὁμίλῳ,
[814] ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ᾿ ὑπέμεινε
[815] Πάτροκλον γυμνόν περ ἐόντ᾿ ἐν δηϊοτῆτι.
[816] Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
[817] ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾿ ἀλεείνων.
[818] Ἕκτωρ δ᾿ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
[819] ἂψ ἀναχαζόμενον, βεβλημένον ὀξέϊ χαλκῷ,
[820] ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
[821] νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε·
[822] δούπησεν δὲ πεσών, μέγα δ᾿ ἤκαχε λαὸν Ἀχαιῶν.

Aantekeningen:
regel 809: ἡ ἱπποσύνη = rijkunst
regel 821: ὁ κενέων = buik
διαπρό = erdoorheen

Homerus, Ilias 16.801-822

Vraag 7 2 punten

Regel 819 ἀναχαζόμενον en βεβλημένον.
Beschrijf de verschillende aspectswaarde van deze twee werkwoordsvormen. Ga in je antwoord in op de betekenis van beide werkwoordsvormen.

Bekijk het antwoord
  • Het praesens ἀναχαζόμενον beschrijft een niet-afgesloten handeling, een handeling die gelijktijdig is aan het hoofdwerkwoord (aan het gezien worden door Hector), of een poging: Patroclus is bezig zich terug te trekken / probeert zich terug te trekken. (1p)
  • Het perfectum βεβλημένον beschrijft een toestand (in het heden als resultaat van een handeling): Patroclus is getroffen of verwond / is niet (goed) in staat te vechten. (1p)

Bij elk van de twee delen het scorepunt alleen toekennen wanneer zowel de aspectswaarde als de betekenis juist zijn. Of woorden van overeenkomstige strekking.

Vraag 7 in het hele examen

2022, tijdvak 3: Tekst 3

Opgavetekst

Tekst 3 Rouwklachten om Hector.

[747] Τῇσιν δ᾿ αὖθ᾿ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
[748] “Ἕκτορ, ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
[749] ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
[750] οἱ δ᾿ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
[751] Ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
[752] πέρνασχ᾿, ὅν τιν᾿ ἕλεσκε, πέρην ἁλὸς ἀτρυγέτοιο,
[753] ἐς Σάμον ἔς τ᾿ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
[754] σεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
[755] πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾿ ἑτάροιο,
[756] Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ᾿ ὧς.
[757] Νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
[758] κεῖσαι, τῷ ἴκελος ὅν τ᾿ ἀργυρότοξος Ἀπόλλων
[759] οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.”
[760] Ὣς ἔφατο κλαίουσα, γόον δ᾿ ἀλίαστον ὄρινε.
[761] Τῇσι δ᾿ ἔπειθ᾿ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
[762] “Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
[763] ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
[764] ὅς μ᾿ ἄγαγε Τροίηνδ᾿· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
[765] Ἤδη γὰρ νῦν μοι τόδ᾿ ἐεικοστὸν ἔτος ἐστὶν
[766] ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
[767] ἀλλ᾿ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾿ ἀσύφηλον·
[768] ἀλλ᾿ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
[769] δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
[770] ἢ ἑκυρή – ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί –,
[771] ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες,
[772] σῇ τ᾿ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
[773] Τῶ σέ θ᾿ ἅμα κλαίω καὶ ἔμ᾿ ἄμμορον ἀχνυμένη κῆρ·
[774] οὐ γάρ τίς μοι ἔτ᾿ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
[775] ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.”
[776] Ὣς ἔφατο κλαίουσ᾿, ἐπὶ δ᾿ ἔστενε δῆμος ἀπείρων.
[777] De oude Priamos sprak tot zijn volk:
[778] ‘Trojanen, voer nu hout aan naar de stad
en vrees van de Achaiërs hinderlaag
[779] noch list. Want toen ik van de zwarte schepen
[780] terug mocht keren, heeft Achilles mij
verzekerd dat de strijd niet werd hervat
[781] voordat de twaalfde dageraad verrees.’

Aantekeningen
ἀμιχθαλόεσσα rokend (regel 753)
regel 755: ῥυστάζω heen en weer sleuren
regel 757: ἑρσήεις fris
πρόσφατος fris
regel 760: ἀλίαστος hevig
regel 762: ὁ δαήρ zwager (broer van echtgenoot)
regel 767: ἀσύφηλος krenkend
regel 769: ὁ δαήρ zwager (broer van echtgenoot)
ἡ γαλόως schoonzuster (zus van echtgenoot)
αἱ εἰνάτερες schoonzusters (echtgenotes van broers)
εὔπεπλος met mooi gewaad
regel 770: ἡ ἑκυρή schoonmoeder
ὁ ἑκυρός schoonvader
regel 771: παραιφάμενος toesprekend
regel 772: ἡ ἀγανοφροσύνη vriendelijkheid
regel 773: τῶ daarom
ἄμμορος ongelukkig
ἐπιστένω jammeren (regel 776)

Homerus, Ilias 24.747-781. Vertaling van de regels 777-781: P. Lateur, Homeros, Ilias, Wrok in Troje, Amsterdam 2010.

Vraag 11 2 punten

Regel 751-756 Ἄλλους t/m ὧς. De werkwoordsvormen ἐξέλετο (regel 754), ῥυστάζεσκεν (regel 755) en ἔπεφνες (regel 756) verwijzen naar verschillende momenten in het verhaal.
a. Noteer deze drie werkwoordsvormen in chronologische volgorde, van eerder naar later.
De handeling die beschreven wordt met het werkwoord ῥυστάζεσκεν wordt door Hecabe aangemerkt als zinloos.
b. Citeer uit de regels 751-756 (Ἄλλους t/m ὧς) het Griekse tekstelement waarmee Hecabe dit duidelijk maakt.

Bekijk het antwoord
  • Noemt de chronologische volgorde: ἔπεφνες, ἐξέλετο, ῥυστάζεσκεν (1p)
  • Citeert ἀνέστησεν δέ μιν οὐδ᾿ ὧς (regel 756) (1p)

Vraag 11 in het hele examen

Vraag 14 2 punten

Regel 766 ἐξ οὗ t/m πάτρης: ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης.
Beschrijf de aspectswaarde van elk van beide werkwoordsvormen in deze regel. Ga in je antwoord in op de betekenis van beide werkwoordsvormen.

Bekijk het antwoord
  • Beschrijft het aspect van ἔβην (aoristus) als een afgesloten handeling: Helena, of ze, is vertrokken. (1p)
  • Beschrijft het aspect van ἀπελήλυθα (perfectum) als een toestand in het heden als resultaat van de handeling: Helena, of ze, is weg(gegaan), in den vreemde, weg van huis. Beide onderdelen van dit deelantwoord moeten juist zijn. (1p)

Vraag 14 in het hele examen

2021, tijdvak 2: Tekst 2

Opgavetekst

Tekst 2 Cadmus en Agaue spreken over Pentheus.

[1248] Κα. Οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾿ ἐμῶν·
[1249] ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μὲν ἀλλ᾿ ἄγαν
[1250] Βρόμιος ἄναξ ἀπώλεσ᾿ οἰκεῖος γεγώς.
[1251] Αγ. Ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
[1252] ἔν τ᾿ ὄμμασι σκυθρωπόν. Εἴθε παῖς ἐμὸς
[1253] εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
[1254] †ὅτ᾿ ἐν† νεανίαισι Θηβαίοις ἅμα
[1255] θηρῶν ὀριγνῷτ᾿· ἀλλὰ θεομαχεῖν μόνον
[1256] οἷός τ᾿ ἐκεῖνος. Νουθετητέος, πάτερ,
[1257] σοὐστίν. Τίς αὐτὸν δεῦρ᾿ ἂν ὄψιν εἰς ἐμὴν
[1258] καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
[1259] Κα. Φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾿ ἐδράσατε
[1260] ἀλγήσετ᾿ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
[1261] ἐν τῷδ᾿ ἀεὶ μενεῖτ᾿ ἐν ᾧ καθέστατε,
[1262] οὐκ εὐτυχοῦσαι δόξετ᾿ οὐχὶ δυστυχεῖν.
[1263] Αγ. Τί δ᾿ οὐ καλῶς τῶνδ᾿ ἢ τί λυπηρῶς ἔχει;
[1264] Κα. Πρῶτον μὲν ἐς τόνδ᾿ αἰθέρ᾿ ὄμμα σὸν μέθες.
[1265] Αγ. Ἰδού· τί μοι τόνδ᾿ ἐξυπεῖπας εἰσορᾶν;
[1266] Κα. Ἔθ᾿ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
[1267] Αγ. Λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
[1268] Κα. Τὸ δὲ πτοηθὲν τόδ᾿ ἔτι σῇ ψυχῇ πάρα;
[1269] Αγ. Οὐκ οἶδα τοὔπος τοῦτο· γίγνομαι δέ πως
[1270] ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
[1271] Κα. Κλύοις ἂν οὖν τι κἀποκρίναι᾿ ἂν σαφῶς;
[1272] Αγ. Ὡς ἐκλέλησμαί γ᾿ ἃ πάρος εἴπομεν, πάτερ.
[1273] Κα. Ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
[1274] Αγ. Σπαρτῷ μ᾿ ἔδωκας, ὡς λέγουσ᾿, Ἐχίονι.
[1275] Κα. Τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
[1276] Αγ. Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
[1277] Κα. Τίνος πρόσωπον δῆτ᾿ ἐν ἀγκάλαις ἔχεις;
[1278] Αγ. Λέοντος, ὥς γ᾿ ἔφασκον αἱ θηρώμεναι.
[1279] Κα. Σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
[1280] Αγ. Ἔα, τί λεύσσω; Τί φέρομαι τόδ᾿ ἐν χεροῖν;
[1281] Κα. Ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
[1282] Αγ. Ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾿ ἐγώ.
[1283] Κα. Μῶν σοι λέοντι φαίνεται προσεικέναι;
[1284] Αγ. Οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν᾿ ἔχω κάρα.
[1285] Κα. Ὠιμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
[1286] Αγ. Τίς ἔκτανέν νιν; Πῶς ἐμὰς ἦλθ᾿ ἐς χέρας;
[1287] Κα. Δύστην᾿ ἀλήθει᾿, ὡς ἐν οὐ καιρῷ πάρει.
[1288] Αγ. Λέγ᾿, ὡς τὸ μέλλον καρδία πήδημ᾿ ἔχει.
[1289] Κα. Σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
[1290] Αγ. Ποῦ δ᾿ ὤλετ᾿; Ἦ κατ᾿ οἶκον, ἢ ποίοις τόποις;
[1291] Κα. Οὗπερ πρὶν Ἀκταίωνα διέλαχον κύνες.
[1292] Αγ. Τί δ᾿ ἐς Κιθαιρῶν᾿ ἦλθε δυσδαίμων ὅδε;
[1293] Κα. Ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
[1294] Αγ. Ἡμεῖς δ᾿ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
[1295] Κα. Ἐμάνητε, πᾶσά τ᾿ ἐξεβακχεύθη πόλις.
[1296] Αγ. Διόνυσος ἡμᾶς ὤλεσ᾿, ἄρτι μανθάνω.
[1297] Κα. Ὕβριν ⟨γ᾿⟩ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
[1298] Αγ. Τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
[1299] Κα. Ἐγὼ μόλις νιν ἐξερευνήσας φέρω.
[1300] Αγ. Ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
〈 〉
[1301] Ag. Was Pentheus even dwaas als ik?
[1302] Ca. Ja, hij respecteerde de god net zo min als jullie.
[1303] Daarom bracht deze één onheil over allemaal,
[1304] jullie en Pentheus en daardoor stortte hij de hele familie in het ongeluk,
[1305] mij ook. Zelf heb ik immers geen zoon
[1306] en nu is het kind uit jouw buik op een schandelijke
[1307] en afschuwelijke manier gestorven. Hij ligt hier voor me,
[1308] door wie het huis juist weer opbloeide. Jij, jongen, betekende
[1309] de voortzetting van mijn geslacht, kind van mijn dochter,
[1310] en de stad had ontzag voor je. Niemand waagde het
[1311] deze oude man te beledigen, als hij jou zag staan;
[1312] want hij zou zijn verdiende loon gekregen hebben.
[1313] Nu zal ik weg moeten uit mijn huis, eerloos verbannen,
[1314] de grote Kadmos die het geslacht der Thebanen
[1315] heeft gezaaid en de mooiste oogst heb binnengehaald.

Aantekeningen
regel 1253 εὔθηρος: succesvol bij de jacht
regel 1255 ὀριγνάομαι + genitivus: jagen op
θεομαχέω: zich verzetten tegen goden
regel 1265 ἐξυπεῖπα (aoristus): aanraden
regel 1267 διειπετής: helder
regel 1268 πτοέω: verbijsteren
regel 1270 ἔννους: bij zinnen
regel 1272 ἐκλανθάνομαι: geheel vergeten
regel 1291 διαλαγχάνω: aan stukken scheuren
regel 1294 καταίρω: aankomen
regel 1295 ἐκβακχεύω: in bacchische geestvervoering brengen
regel 1299 ἐξερευνάω: opsporen
regel 1300 συγκλῄω: samenbrengen

Euripides, Bacchae 1248-1315

Vraag 19 1 punt

Regel 1293 (Ἐκερτόμει t/m μολών). Deze woorden worden door W. Courteaux en B. Claes als volgt vertaald: Hij wou gaan bespotten.
Op welk grammaticaal gegeven in het Grieks is het woord ‘wou’ gebaseerd?

Bekijk het antwoord
  • Noemt het imperfectum (Ἐκερτόμει). Of woorden van overeenkomstige strekking. (1p)

Vraag 19 in het hele examen

2021, tijdvak 3: Tekst 2

Opgavetekst

Tekst 2 Pentheus uitgeleverd aan de vrouwen.

[1063] Τοὐντεῦθεν ἤδη τοῦ ξένου θαυμάσθ᾿ ὁρῶ·
[1064] λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
[1065] κατῆγεν ἦγεν ἦγεν ἐς μέλαν πέδον·
[1066] κυκλοῦτο δ᾿ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
[1067] τόρνῳ γραφόμενος περιφορὰν ἑλικοδρόμον·
[1068] ὣς κλῶν᾿ ὄρειον ὁ ξένος χεροῖν ἄγων
[1069] ἔκαμπτεν ἐς γῆν, ἔργματ᾿ οὐχὶ θνητὰ δρῶν.
[1070] Πενθέα δ᾿ ἱδρύσας ἐλατίνων ὄζων ἔπι
[1071] ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾿ ἄνω
[1072] ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
[1073] ὀρθὴ δ᾿ ἐς ὀρθὸν αἰθέρ᾿ ἐστηρίζετο
[1074] ἔχουσα νώτοις δεσπότην ἐφήμενον.
[1075] Ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας·
[1076] ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
[1077] καὶ τὸν ξένον μὲν οὐκέτ᾿ εἰσορᾶν παρῆν,
[1078] ἐκ δ᾿ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
[1079] Διόνυσος, ἀνεβόησεν· “Ὦ νεάνιδες,
[1080] ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾿ ὄργια
[1081] γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.”
[1082] Καὶ ταῦθ᾿ ἅμ᾿ ἠγόρευε καὶ πρὸς οὐρανὸν
[1083] καὶ γαῖαν ἐστήριζε φῶς σεμνοῦ πυρός.
[1084] Σίγησε δ᾿ αἰθήρ, σῖγα δ᾿ ὕλιμος νάπη
[1085] φύλλ᾿ εἶχε, θηρῶν δ᾿ οὐκ ἂν ἤκουσας βοήν.
[1086] Αἱ δ᾿ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
[1087] ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
[1088] Ὁ δ᾿ αὖθις ἐπεκέλευσεν· ὡς δ᾿ ἐγνώρισαν
[1089] σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι
[1090] ᾖξαν πελείας ὠκύτητ᾿ οὐχ ἥσσονες
[1091] [ποδῶν ἔχουσαι συντόνοις δρομήμασι
[1092] μήτηρ Ἀγαυὴ σύγγονοί θ᾿ ὁμόσποροι]
[1093] πᾶσαί τε βάκχαι, διὰ δὲ χειμάρρου νάπης
[1094] ἀγμῶν τ᾿ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
[1095] Ὡς δ᾿ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
[1096] πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
[1097] ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
[1098] ὄζοισί τ᾿ ἐλατίνοισιν ἠκοντίζετο,
[1099] ἄλλαι δὲ θύρσους ἵεσαν δι᾿ αἰθέρος
[1100] Πενθέως, στόχον δύστηνον, ἀλλ᾿ οὐκ ἤνυτον.
[1101] Κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
[1102] καθῆσθ᾿ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
[1103] Τέλος δὲ δρυΐνοις συντριαινοῦσαι κλάδοις
[1104] ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
[1105] Ἐπεὶ δὲ μόχθων τέρματ᾿ οὐκ ἐξήνυτον,
[1106] ἔλεξ᾿ Ἀγαυή· “Φέρε, περιστᾶσαι κύκλῳ
[1107] πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
[1108] θῆρ᾿ ὡς ἕλωμεν μηδ᾿ ἀπαγγείλῃ θεοῦ
[1109] χοροὺς κρυφαίους.” Αἱ δὲ μυρίαν χέρα
[1110] προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός.
[1111] Ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
[1112] πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
[1113] Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.

Aantekeningen
regel 1066 κυκλόω: krommen; κυρτός: gebogen
regel 1067 ὁ τόρνος: passer; ἑλικοδρόμος: een kromme baan makend
regel 1068 ὁ κλών: tak
regel 1069 τὸ ἔργμα: daad
regel 1072 ἀτρέμα: rustig; ἀναχαιτίζω: afwerpen
regel 1074 ἔφημαι + dativus: zitten op
regel 1084 ὕλιμος: bosrijk
regel 1088 ἐπικελεύω: aanmoedigen
regel 1090 ἡ πέλεια: duif; ἡ ὠκύτης: snelheid
regel 1091 σύντονος: ingespannen
regel 1093 χείμαρρος: met een bergstroom
regel 1094 ὁ ἀγμός: rots; ἐμμανής: razend
regel 1095 ἔφημαι + dativus: zitten op
regel 1096 ἡ χερμάς: kei; κραταίβολος: met kracht geworpen
regel 1097 ἀντίπυργος: torenhoog
regel 1100 ὁ στόχος: het mikken
regel 1103 δρύϊνος: eiken-; συντριαινόω: verbrijzelen
regel 1104 ἀνασπαράσσω: uittrekken; ἀσίδηρος: niet van ijzer
regel 1107 ὁ πτόρθος: tak; ἀμβάτης: omhoog geklommen
regel 1109 κρυφαῖος: geheim
regel 1110 ἐξανασπάω: uitrukken
regel 1111 χαμαιριφής: op de grond geworpen
regel 1112 τὸ οἴμωγμα: jammerklacht

Euripides, Bacchae 1063-1113

Vraag 18 2 punten

Regel 1084 Σίγησε en regel 1085 εἶχε. Beschrijf de aspectswaarde van elk van deze beide persoonsvormen. Ga in je antwoord in op de context van elk van beide persoonsvormen.

Bekijk het antwoord
  • Σίγησε is aoristus en benadrukt / beschrijft het begin van het stil zijn (van de hemel) / het invallen van een stilte. (1p)
  • εἶχε is imperfectum en beschrijft het voortduren van het stil houden (van de bladeren door het bosrijke dal) / van de stilte. (1p)

Of woorden van overeenkomstige strekking.

Vraag 18 in het hele examen

2019, tijdvak 1: Tekst 1

Opgavetekst

Tekst 1 De Corinthiër Socles vertelt over de aanslag op de zoon van Labda.

[1] Τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον, τότε
[2] δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο, αὐτίκα καὶ τὸ πρότερον συνῆκαν
[3] ἐὸν συνῳδὸν τῷ Ἠετίωνος. Συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ,
[4] ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι. Ὡς δ’ ἔτεκε ἡ
[5] γυνὴ τάχιστα, πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο
[6] Ἠετίων ἀποκτενέοντας τὸ παιδίον. Ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ
[7] παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον· ἡ δὲ Λάβδα
[8] εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο καὶ δοκέουσά σφεας
[9] φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί.
[10] Τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατ’ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα [τὸ
[11] παιδίον] προσουδίσαι. Ἐπείτε ὦν ἔδωκε φέρουσα ἡ Λάβδα, τὸν λαβόντα
[12] τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον, καὶ τὸν φρασθέντα τοῦτο
[13] οἶκτός τις ἴσχει ἀποκτεῖναι, κατοικτίρας δὲ παραδιδοῖ τῷ δευτέρῳ, ὁ δὲ τῷ
[14] τρίτῳ, οὕτω τε διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον, οὐδενὸς
[15] βουλομένου διεργάσασθαι. Ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ
[16] ἐξελθόντες ἔξω, ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι
[17] καὶ μάλιστα τοῦ πρώτου λαβόντος, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα, ἐς
[18] ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου
[19] μετίσχειν.
[20] Ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν. Ἡ Λάβδα
[21] γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ μή
[22] σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα
[23] κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι, ἐς κυψέλην,
[24] ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο, πάντα
[25] ἐρευνήσειν μέλλοιεν· τὰ δὴ καὶ ἐγένετο. Ἐσελθοῦσι δὲ καὶ διζημένοισι
[26] αὐτοῖσι ὡς οὐκ ἐφαίνετο, ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς
[27] ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο.
[28] Οἱ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα· Ἠετίωνι δὲ μετὰ ταῦτα ὁ παῖς
[29] ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης
[30] ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη. Ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ
[31] Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι, τῷ πίσυνος
[32] γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον. Ὁ δὲ χρησμὸς ὅδε ἦν·
[33] Ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
[34] Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,
[35] αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.
[36] Τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύσας δὲ ὁ Κύψελος τοιοῦτος δή
[37] τις ἀνὴρ ἐγένετο· πολλοὺς μὲν Κορινθίων ἐδίωξε, πολλοὺς δὲ χρημάτων
[38] ἀπεστέρησε, πολλῷ δέ τι πλείστους τῆς ψυχῆς.

Aantekeningen
regel 1: ἀτέκμαρτος onbegrijpelijk
regel 9: ἡ φιλοφροσύνη vriendelijkheid; ἐγχειρίζω in handen geven
regel 11: προσουδίζω tegen de grond gooien
regel 12: προσγελάω toelachen
regel 13: κατοικτίρω medelijden hebben
regel 15: διεργάζομαι doden
regel 16: καταιτιάομαι beschuldigen
regel 19: μετίσχω + genitivus meedoen aan
regel 20: ἀναβλαστάνω voortspruiten
regel 22: μεταδοκέει + dativus van plan veranderen
regel 23: ἄφραστος onverwacht; ἡ κυψέλη kist
regel 25: ἐρευνάω doorzoeken
regel 29: ἡ κυψέλη kist
regel 31: ἀμφιδέξιος tweeledig
regel 33: ἐσκαταβαίνω binnengaan

Herodotus, Historiën 5.92γ-ε

Vraag 10 1 punt

Regel 23 κατακρύπτει.

Verklaar het gebruik van deze werkwoordstijd.

Bekijk het antwoord
  • Verklaart dat deze werkwoordstijd / κατακρύπτει verwijst naar een cruciaal moment / is gebruikt ter verlevendiging / is een praesens historicum. Of woorden van overeenkomstige strekking. (1p)

Vraag 10 in het hele examen

Vraag 11 2 punten

Regel 25 Ἐσελθοῦσι en διζημένοισι.

Licht het verschil in aspectswaarde tussen deze beide werkwoordsvormen toe. Ga daarbij in op de betekenis van de woorden.

Bekijk het antwoord
  • Noemt dat Ἐσελθοῦσι (aoristus) de afgesloten handeling van het naar binnen gaan beschrijft. Of woorden van overeenkomstige strekking. (1p)
  • Noemt dat διζημένοισι (praesens) het niet-afgesloten zijn van het zoeken beschrijft, de voortduring van het zoeken. Of woorden van overeenkomstige strekking. (1p)

Niet fout rekenen wanneer als antwoord is gegeven: Ἐσελθοῦσι (aoristus) geeft aan dat het naar binnen gaan voortijdig is (ten opzichte van het zoeken) en διζημένοισι (praesens) geeft aan dat het zoeken gelijktijdig is (ten opzichte van het niet vinden).

Vraag 11 in het hele examen

2019, tijdvak 1: Tekst 2

Opgavetekst

Tekst 2 Overleg voorafgaand aan de slag bij Marathon

[1] Τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν οὐκ
[2] ἐώντων συμβαλεῖν (ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβαλεῖν), τῶν
[3] δὲ καὶ Μιλτιάδεω κελευόντων. Ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων
[4] τῶν γνωμέων, ἐνθαῦτα, ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν
[5] Ἀθηναίων πολεμαρχέειν (τὸ παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν
[6] πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι), ἦν δὲ τότε πολέμαρχος
[7] Καλλίμαχος Ἀφιδναῖος, πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε·
[8] “ Ἐν σοὶ νῦν, Καλλίμαχε, ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας
[9] ποιήσαντα μνημόσυνον λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷον οὐδὲ
[10] Ἁρμόδιός τε καὶ Ἀριστογείτων [λείπουσι]. Νῦν γὰρ δή, ἐξ οὗ ἐγένοντο
[11] Ἀθηναῖοι, ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι
[12] Μήδοισι, δέδεκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται
[13] αὕτη ἡ πόλις, οἵη τέ ἐστι πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι.
[14] Κῶς ὦν δὴ ταῦτα οἷά τέ ἐστι γενέσθαι, καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει
[15] τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων. Ἡμέων τῶν
[16] στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων
[17] συμβαλεῖν, τῶν δὲ οὔ. Ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαί τινα στάσιν
[18] μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι· ἢν
[19] δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι,
[20] θεῶν τὰ ἴσα νεμόντων οἷοί τέ εἰμεν περιγενέσθαι τῇ συμβολῇ. Ταῦτα ὦν
[21] πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἄρτηται· ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ
[22] προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· ἢν
[23] δὲ <τὴν> τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ
[24] κατέλεξα ἀγαθῶν τὰ ἐναντία.”
[25] Met deze argumenten wist Miltiades Callimachus aan zijn zijde te krijgen.

Aantekeningen
ψηφιδοφόρος stemgerechtigd (regel 4)
ὁ κύαμος loting
polemarch zijn: πολεμαρχέω (regel 5)
ὁμόψηφος + dativus hetzelfde stemrecht hebbend als
ὁ πολέμαρχος polemarch (regel 6)
ὑποκύπτω zich overgeven (regel 11)
τὸ κῦρος beslissing (regel 15)
διασείω schokken (regel 18)
σαθρός rot (regel 19)
ἀρτάομαι ἐκ + genitivus afhangen van (regel 21)
ἀποσπεύδω afraden (regel 23)

Herodotus, Historiën 6.109

Vraag 17 1 punt

Regel 3-4 καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων. Deze woorden worden door O. Damsté als volgt vertaald:
en de minder goede zienswijze het dreigde te winnen

Noteer het grammaticale gegeven waarop de vertaling ‘dreigde’ is gebaseerd en citeer daarbij het desbetreffende Griekse woord.

Bekijk het antwoord
  • Noemt dat ἐνίκα imperfectum is / de praesensstam heeft, en citeert ἐνίκα. Of woorden van overeenkomstige strekking. (1p)

Alleen een scorepunt toekennen wanneer beide onderdelen van het antwoord juist zijn.

Vraag 17 in het hele examen

Vraag 18 1 punt

Regel 9 λιπέσθαι.

Leg uit dat het gebruik van het medium de argumentatie van Miltiades ondersteunt.

Bekijk het antwoord
  • Legt uit dat Miltiades Callimachus’ persoonlijke belang bij zijn keuze benadrukt: hij kan een herinnering aan zichzelf / aan zijn persoonlijke optreden nalaten. Of woorden van overeenkomstige strekking. (1p)

Vraag 18 in het hele examen

Vraag 24 3 punten

Regel 21-24 ἢν γὰρ t/m ἐναντία. In deze regels worden drie verschillende soorten werkwoordsvormen gebruikt om naar een situatie in de toekomst te verwijzen.

Beschrijf deze drie verschillende soorten werkwoordsvormen en citeer uit deze regels bij elke beschrijving een bijbehorende werkwoordsvorm.

Bekijk het antwoord
  • Noemt coniunctivus / futuralis (aoristus) en citeert (ἢν) προσθῇ (regel 21-22) of (ἢν) ἕλῃ (regel 22-23). (1p)
  • Noemt (indicativus) praesens en citeert ἔστι (regel 22). (1p)
  • Noemt (indicativus) futurum en citeert ὑπάρξει (regel 23). (1p)

Voor het eerste deelantwoord geen scorepunt wanneer als beschrijving alleen ‘aoristus’ is gegeven. Telkens alleen een scorepunt toekennen wanneer beide onderdelen van het deelantwoord juist zijn.

Vraag 24 in het hele examen

2019, tijdvak 2: Tekst 1

Opgavetekst

Tekst 1 De regering van Periander

[1] Ἄρξαντος δὲ τούτου ἐπὶ τριήκοντα ἔτεα καὶ διαπλέξαντος τὸν βίον εὖ
[2] διάδοχός οἱ τῆς τυραννίδος ὁ παῖς Περίανδρος γίνεται. Ὁ τοίνυν
[3] Περίανδρος κατ᾽ ἀρχὰς μὲν ἦν ἠπιώτερος τοῦ πατρός, ἐπείτε δὲ ὡμίλησε
[4] δι᾽ ἀγγέλων Θρασυβούλῳ τῷ Μιλήτου τυράννῳ, πολλῷ ἔτι ἐγένετο
[5] Κυψέλου μιαιφονώτερος. Πέμψας γὰρ παρὰ Θρασύβουλον κήρυκα
[6] ἐπυνθάνετο ὅντινα ἂν τρόπον ἀσφαλέστατον καταστησάμενος τῶν
[7] πρηγμάτων κάλλιστα τὴν πόλιν ἐπιτροπεύοι. Θρασύβουλος δὲ τὸν ἐλθόντα
[8] παρὰ τοῦ Περιάνδρου ἐξήγαγε ἔξω τοῦ ἄστεος, ἐσβὰς δὲ ἐς ἄρουραν
[9] ἐσπαρμένην ἅμα τε διεξήιε τὸ λήιον ἐπειρωτῶν τε καὶ ἀναποδίζων τὸν
[10] κήρυκα κατὰ τὴν ἀπὸ Κορίνθου ἄπιξιν, καὶ ἐκόλουε αἰεὶ ὅκως τινὰ ἴδοι τῶν
[11] ἀσταχύων ὑπερέχοντα, κολούων δὲ ἔρριπτε, ἐς ὃ τοῦ ληίου τὸ κάλλιστόν τε
[12] καὶ βαθύτατον διέφθειρε τρόπῳ τοιούτῳ. Διεξελθὼν δὲ τὸ χωρίον καὶ
[13] ὑποθέμενος ἔπος οὐδὲν ἀποπέμπει τὸν κήρυκα. Νοστήσαντος δὲ τοῦ
[14] κήρυκος ἐς τὴν Κόρινθον ἦν πρόθυμος πυνθάνεσθαι τὴν ὑποθήκην ὁ
[15] Περίανδρος. Ὁ δὲ οὐδέν οἱ ἔφη Θρασύβουλον ὑποθέσθαι, θωμάζειν τε
[16] αὐτοῦ παρ᾽ οἷόν μιν ἄνδρα ἀποπέμψειε, ὡς παραπλῆγά τε καὶ τῶν ἑωυτοῦ
[17] σινάμωρον, ἀπηγεόμενος τά περ πρὸς Θρασυβούλου ὀπώπεε.
[18] Περίανδρος δὲ συνεὶς τὸ ποιηθὲν καὶ νόῳ σχὼν ὥς οἱ ὑπετίθετο
[19] Θρασύβουλος τοὺς ὑπερόχους τῶν ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν
[20] κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας. Ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων
[21] τε καὶ διώκων, Περίανδρός σφεα ἀπετέλεσε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας
[22] τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν. Πέμψαντι γάρ
[23] οἱ ἐς Θεσπρωτοὺς ἐπ᾽ Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον
[24] παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα
[25] οὔτε κατερέειν ἐν τῷ κεῖται χώρῳ ἡ παρακαταθήκη· ῥιγοῦν τε γὰρ καὶ εἶναι
[26] γυμνή· τῶν γάρ οἱ συγκατέθαψε εἱμάτων ὄφελος εἶναι οὐδὲν οὐ
[27] κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ
[28] ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε. Ταῦτα δὲ ὡς ὀπίσω
[29] ἀπηγγέλθη τῷ Περιάνδρῳ (πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον, ὃς νεκρῷ
[30] ἐούσῃ Μελίσσῃ ἐμίγη), ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς
[31] τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. Αἱ μὲν δὴ ὡς ἐς ὁρτὴν
[32] ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὁ δ᾽ ὑποστήσας τοὺς δορυφόρους
[33] ἀπέδυσέ σφεας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους,
[34] συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε. Ταῦτα δέ οἱ
[35] ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον τὸ Μελίσσης ἐς
[36] τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην. Τοιοῦτο μὲν ὑμῖν ἐστι
[37] ἡ τυραννίς, ὦ Λακεδαιμόνιοι, καὶ τοιούτων ἔργων.

Aantekeningen
regel 1 διαπλέκω voltooien
regel 9 τὸ λήιον het rijpe graan
regel 9-10 ἀναποδίζω κατά + accusativus terugbrengen op
regel 10 ἡ ἄπιξις komst
regel 10 en 11 κολούω snoeien
regel 11 ὁ ἄσταχυς, -υος korenaar
regel 16 παραπλήξ, -ῆγος waanzinnig
regel 17 σινάμωρος + genitivus schade toebrengend aan
regel 19 ὑπέροχος uitstekend
regel 23 τὸ νεκυομαντήιον dodenorakel
regel 25 κατερέω futurum van κατεῖπον
regel 26 συγκαταθάπτω + dativus meebegraven met
regel 28 ὁ ἰπνός oven; ὁ ἄρτος brood
regel 30 τὸ κήρυγμα bekendmaking
regel 34 συμφορέω bijeenbrengen

Herodotus, Historiën 5.92ζ-η4

Vraag 5 1 punt

Regel 8 (ἐξήγαγε), regel 10 (ἐκόλουε). Verklaar het verschil in aspectswaarde tussen ἐξήγαγε en ἐκόλουε. Ga in je antwoord in op beide persoonsvormen.

Bekijk het antwoord
  • De aoristus ἐξήγαγε beschrijft een afgesloten handeling; het imperfectum ἐκόλουε beschrijft een niet-afgesloten of herhaalde handeling. (1p)

Alleen een scorepunt toekennen wanneer beide onderdelen van het antwoord juist zijn.

Vraag 5 in het hele examen

Vraag 8 1 punt

Regel 15 (ἔφη), regel 16 (ἀποπέμψειε), regel 17 (ὀπώπεε), regel 18 (συνεὶς). Deze vier werkwoordsvormen verwijzen naar verschillende momenten in het verhaal. Noteer deze vier werkwoordsvormen in chronologische volgorde, van eerder naar later.

Bekijk het antwoord
  • ἀποπέμψειε, ὀπώπεε, ἔφη, συνεὶς (in deze volgorde) (1p)

Alleen de volgorde telt: ἀποπέμψειε, ὀπώπεε, ἔφη, συνεὶς.

Vraag 8 in het hele examen

2018, tijdvak 1: Tekst 1

Opgavetekst

Tekst 1 Ontmoeting tussen Odysseus en Nausicaa

[139] Οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
[140] θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
[141] Στῆ δ᾽ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
[142] ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
[143] ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
[144] λίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
[145] Ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
[146] λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
[147] μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
[148] Αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον·
[149] “Γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἦ βροτός ἐσσι;
[150] Εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
[151] Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
[152] εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐΐσκω·
[153] εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσι,
[154] τρισμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
[155] τρισμάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
[156] αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
[157] λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
[158] Κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
[159] ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.
[160] Οὐ γάρ πω τοιοῦτον ἐγὼ ἴδον ὀφθαλμοῖσιν,
[161] οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα· σέβας μ᾽ ἔχει εἰσορόωντα.
[162] Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
[163] φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
[164] ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαὸς
[165] τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.
[166] Ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
[167] δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
[168] ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε δείδιά τ᾽ αἰνῶς
[169] γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
[170] Χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
[171] τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαι
[172] νήσου ἀπ᾽ Ὠγυγίης· νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,
[173] ὄφρα τί που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐω
[174] παύσεσθ᾽, ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
[175] Ἀλλά, ἄνασσ᾽, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
[176] ἐς πρώτην ἱκόμην, τῶν δ᾽ ἄλλων οὔ τινα οἶδα
[177] ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
[178] Ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
[179] εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα.
[180] Σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
[181] ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειαν
[182] ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
[183] ἢ ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
[184] ἀνὴρ ἠδὲ γυνή· πόλλ᾽ ἄλγεα δυσμενέεσσι,
[185] χάρματα δ᾽ εὐμενέτῃσι· μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί.”
[186] Τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
[187] “Ξεῖν᾽, ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας,
[188] Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
[189] ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
[190] καί που σοὶ τάδ᾽ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.”

Aantekeningen
γούνων genitivus meervoud van τὸ γόνυ regel 142
εὐῶπις met mooi gezicht
regel 143 en 146 ἀποσταδά op een afstand
γοῦνα accusativus meervoud van τὸ γόνυ regel 147
regel 154 en 155 τρίσμακαρ driewerf gelukkig
regel 156 ἡ ἐϋφροσύνη vreugde
τὸ θάλος loot regel 157
εἰσοιχνέω binnengaan
γούνων genitivus meervoud van τὸ γόνυ regel 169
τὸ εἴλυμα omhulsel regel 179
τὸ σπεῖρον doek regel 179
ἡ ὁμοφροσύνη eensgezindheid regel 181
εὐμενέτης welgezind regel 185

Homerus, Odyssee 6.139-190

Tekst 2

Onderstaande tekst is afkomstig uit ‘De Odyssee’ van Drs. P.
[1] Na enig rondzwalken
[2] Weer een belevenis
[3] O. krijgt dan ergens
[4] Opnieuw vaste voet
[5] Daar treedt een meisje, de
[6] Strandlevenlievende
[7] Mooie Nausikaä
[8] Hem tegemoet
[9] Zij is een koningskind
[10] (Vader: Alkinoös
[11] Moeder: Arete)
[12] En heeft een idee
[13] Bij de Phaiakes, een
[14] Allergemoedelijkst
[15] Volkje, mag alles
[16] Dus neemt ze hem mee
[17] ‘Welkom, o vreemdeling!’
[18] O. is erkentelijk
[19] Zonder een kans
[20] Op beheksing of dood
[21] Wordt onze vriend door het
[22] Gastvrijheidslievende
[23] Echtpaar gulhartig
[24] Aan tafel genood
[25] Een cordon-bleumenu
[26] Smakelijk eten dus
[27] En wie de hartslag
[28] Aanzienlijk versnelt
[29] Dat is de gast, die zijn
[30] Adembenemende
[31] Reisavonturen
[32] Zeer kleurrijk vertelt

uit: De Odyssee van Drs. P

Tekst 3 Odysseus en Penelope

[153] Αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
[154] Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
[155] ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
[156] αὐτὰρ κὰκ κεφαλῆς χεῦεν πολὺ κάλλος Ἀθήνη
[157] μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
[158] οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
[159] Ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
[160] ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
[161] τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
[162] ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
[163] Ἐκ δ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
[164] ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
[165] ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
[166] “Δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων
[167] κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ᾽ ἔχοντες·
[168] οὐ μέν κ᾽ ἄλλη γ᾽ ὧδε γυνὴ τετληότι θυμῷ
[169] ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
[170] ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
[171] Ἀλλ᾽ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
[172] λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶν ἦτορ.”
[173] Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
[174] “Δαιμόνι᾽, οὔτ᾽ ἄρ τι μεγαλίζομαι οὔτ᾽ ἀθερίζω
[175] οὔτε λίην ἄγαμαι, μάλα δ᾽ εὖ οἶδ᾽ οἷος ἔησθα
[176] ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
[177] Ἀλλ᾽ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
[178] ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ᾽ αὐτὸς ἐποίει·
[179] ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ᾽ εὐνήν,
[180] κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.”
[181] Ὣς ἄρ᾽ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
[182] ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
[183] “Ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.
[184] Τίς δέ μοι ἄλλοσε θῆκε λέχος; Χαλεπὸν δέ κεν εἴη
[185] καὶ μάλ᾽ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
[186] ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.”

Aantekeningen
ὑακίνθινος hyacint- regel 158
ἴδρις kundig regel 160
περί + genitivus het meest van regel 166
ἀτέραμνος hard regel 167
μεγαλίζομαι zich groot wanen regel 174
ἀθερίζω minachten
δολιχήρετμος met lange riemen regel 176
ἐϋσταθής stevig gebouwd regel 178

Homerus, Odyssee 23.153-186

Tekst 4

De volgende passage is afkomstig uit het boek ‘Odysseus’ van de auteur Charivarius (1870-1946).
[1] Zij gaat, en zet zich weiflend bij Odysseus neer;
[2] Al heeft hij thans zijn vroegren vorm en kleeding weer,
[3] Hij tracht vergeefs haar wankle geest tot zich te richten.
[4] Telemachus dringt aan. Ten slotte moet zij zwichten.
[5] “Maar”, zegt zij, “Eurycleia, zorg dat ’s heren bed
[6] Vanavond in een andre kamer wordt gezet.”
[7] Odysseus kan zijn vreugde nauwlijks onderdrukken,
[8] En zegt: “Probeer het niet. Het zou je niet gelukken;
[9] Het voetstuk van het bed blijft staan zoals het stond,
[10] Onwrikbaar vastgehecht, geworteld in den grond.”

uit: Charivarius, Odysseus

Tekst 5

Odysseus heeft de Phaeaken verteld dat hij van de godin Circe aanwijzingen had gekregen om de onderwereld binnen te kunnen gaan en dat hij na zijn bezoek aan de onderwereld was teruggekeerd naar Circe. In onderstaande passage vertelt hij hoe Circe hem en zijn makkers na hun terugkeer vriendelijk onthaalde.
[20] Ἡ δ᾽ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
[21] “Σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ᾽ Ἀΐδαο,
[22] δισθανέες, ὅτε τ᾽ ἄλλοι ἅπαξ θνῄσκουσ᾽ ἄνθρωποι.
[23] Ἀλλ᾽ ἄγετ᾽, ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
[24] αὖθι πανημέριοι· ἅμα δ᾽ ἠοῖ φαινομένηφι
[25] πλεύσεσθ᾽· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
[26] σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
[27] ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.”
[28] Ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
[29] Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
[30] ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ.
[31] Ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
[32] οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
[33] ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
[34] εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
[35] αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.

Aantekeningen
Ἡ Hiermee wordt Circe bedoeld regel 20
μεταυδάω spreken
σχέτλιος dapper regel 21
ὑπέρχομαι binnengaan
δισθανέες (meervoud) tweemaal stervend regel 22
ὅτε τ᾽ terwijl
ἡ βρώμη voedsel regel 23
φαινομένηφι = φαινομένῃ regel 24
ἡ κακορραφίη overmoed regel 26
ἁλὸς Lees: ἐπὶ ἁλὸς regel 27
ἀλγήσετε coniunctivus aoristus
regel 28 ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ en ons moedige hart liet zich overhalen
ἐπὶ κνέφας ἦλθεν Lees: κνέφας ἐπῆλθεν regel 31
χειρὸς bij de hand regel 33
ἀπονόσφιν + genitivus ver weg van
εἷσέ Vul aan: με regel 34
προσέλεκτο (zij) ging naast mij liggen

Homerus, Odyssee 12.20-35

Vraag 2 1 punt

Regel 142 ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην
Deze woorden worden door B. Bijnsdorp als volgt vertaald: “of hij smekend het mooie meisje bij de knieën zou vatten”.
In de vertaling is de grammaticale structuur van het Grieks niet geheel overgenomen.
Leg dit uit met betrekking tot λίσσοιτο. Ga in je antwoord in op zowel het Grieks als de vertaling.

Bekijk het antwoord
  • Legt uit dat λίσσοιτο een persoonsvorm is, maar in de vertaling is weergegeven als een (tegenwoordig/onvoltooid) deelwoord, als ‘smekend’. (1p)

Alleen een scorepunt toekennen wanneer beide onderdelen van het antwoord juist zijn: de uitleg bij het Grieks én de weergave in de vertaling.

Vraag 2 in het hele examen

2018, tijdvak 1: Tekst 3

Vraag 22 2 punten

Regel 182 ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν
a. Schrijf regel 182 over en scandeer de regel.
προσέειπε (regel 173) betekent hetzelfde als προσεφώνεε in regel 182.
b. Zou de vorm προσέειπε metrisch passen op de plaats van προσεφώνεε in regel 182? Licht je antwoord toe.

Bekijk het antwoord
  • a. Schrijft regel 182 correct over en scandeert hem als: ˉ ˉ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˉ || (1p)
  • b. Antwoordt nee, met de toelichting dat er dan een opeenvolging van een lange, een korte en een lange lettergreep zou ontstaan, wat niet kan in een dactylische hexameter; of dat de twee korte laatste lettergrepen van προσεφώνεε niet door één korte (de laatste lettergreep van προσέειπε) vervangen kunnen worden; of dat er dan een korte lettergreep te weinig is. (1p)

Vraag 22 in het hele examen

2018, tijdvak 2: Tekst 1

Opgavetekst

Tekst 1 Odysseus en Eurycleia

[467] Τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
[468] γνῶ ῥ᾽ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
[469] ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
[470] ἂψ δ᾽ ἑτέρωσ᾽ ἐκλίθη· τὸ δ᾽ ἐπὶ χθονὸς ἐξέχυθ᾽ ὕδωρ.
[471] Τὴν δ᾽ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
[472] δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
[473] Ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
[474] “ Ἦ μάλ᾽ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ᾽ ἐγώ γε
[475] πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ᾽ ἐμὸν ἀμφαφάασθαι.”
[476] Ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
[477] πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
[478] Ἡ δ᾽ οὔτ᾽ ἀθρῆσαι δύνατ᾽ ἀντίη οὔτε νοῆσαι·
[479] τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
[480] χείρ᾽ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
[481] τῇ δ᾽ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε·
[482] “Μαῖα, τίη μ᾽ ἐθέλεις ὀλέσαι; Σὺ δέ μ᾽ ἔτρεφες αὐτὴ
[483] τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ᾽ ἄλγεα πολλὰ μογήσας
[484] ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
[485] Ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
[486] σίγα, μή τίς τ᾽ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
[487] Ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
[488] εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
[489] οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ᾽ ἂν ἄλλας
[490] δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.”
[491] Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
[492] “Τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
[493] Οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ᾽ ἐπιεικτόν,
[494] ἕξω δ᾽ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
[495] Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
[496] εἴ χ᾽ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
[497] δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
[498] αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλίτιδές εἰσι.”
[499] Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
[500] “Μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; Οὐδέ τί σε χρή.
[501] Εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ᾽ ἑκάστην·
[502] ἀλλ᾽ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.”
[503] Ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
[504] οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ᾽ ἔκχυτο πάντα.
[505] Αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ᾽ ἐλαίῳ,
[506] αὖτις ἄρ᾽ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
[507] θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.

Aantekeningen
Τὴν: verwijst naar Odysseus’ litteken (regel 467)
καναχέω: rammelen (regel 469)
ἀμφαφάομαι: rondom betasten (regel 475)
ἐσδέρκομαι, aoristus ἐσέδρακον: kijken naar (regel 476)
ἡ φάρυξ, φάρυγος: keel (regel 480)
ἐπιεικτός: bedwingbaar (regel 493)
νηλῖτις, -ιδος: onschuldig (regel 498)
διέκ: door … naar buiten (regel 503)
τὸ ποδάνιπτρον: water om voeten te wassen (regel 504)
λίπα: glanzend (regel 505)
ἀσσοτέρω + genitivus: dichter bij (regel 506)
θέρομαι, futurum θέρσομαι: zich warmen (regel 507)
ἡ οὐλή: litteken

Homerus, Odyssee 19.467-507

Vraag 5 1 punt

Regel 479 ἔτραπεν, regel 480 λάβε en regel 481 φώνησέν: om metrische redenen eindigt de derde persoon enkelvoud in deze regels nu eens op -εν, dan weer op -ε. Leg uit om welke metrische reden in regel 480 niet de vorm λάβεν kan staan in plaats van λάβε.

Bekijk het antwoord
  • De laatste lettergreep van λάβεν zou dan lang zijn (in plaats van kort, doordat er nog een medeklinker volgt), en dat past niet op deze plaats in de dactylische hexameter (of woorden van overeenkomstige strekking) (1p)

Vraag 5 in het hele examen

Vraag 6 2 punten

Regel 479-486 τῇ t/m πύθηται: in deze regels staat slechts één persoonsvorm in het imperfectum. a. Citeer de desbetreffende Griekse persoonsvorm. b. Verklaar het gebruik van het imperfectum in deze context.

Bekijk het antwoord
  • 6a: ἔτρεφες (regel 482) (1p)
  • 6b: de handeling van de werkwoordsvorm ἔτρεφες (het voeden) besloeg een lange periode of werd voortdurend herhaald (of woorden van overeenkomstige strekking) (1p)

Onderdeel b: de verklaring moet aangeven dat het voeden een lange periode besloeg of voortdurend herhaald werd. Zonder die verklaring 0 punten voor b.

Vraag 6 in het hele examen

Hoe vaak werkwoordsvormen in het examen komt

Vragen over werkwoordsvormen per centraal examen Griekse taal en cultuur vwo. Elke vraag is eenmalig door een AI-model bij een onderwerp ingedeeld; per vraag kan dat afwijken.
ExamenVragenAantalAandeel
2025, tijdvak 2813%
2024, tijdvak 15, 2228%
2024, tijdvak 22114%
2023, tijdvak 12, 1528%
2023, tijdvak 27, 1028%
2022, tijdvak 1614%
2022, tijdvak 2714%
2022, tijdvak 311, 14211%
2021, tijdvak 21914%
2021, tijdvak 31814%
2019, tijdvak 110-11, 17-18, 24519%
2019, tijdvak 25, 827%
2018, tijdvak 12, 2228%
2018, tijdvak 25-627%

In 14 van de 18 ingedeelde examens Griekse taal en cultuur vwo staat een vraag over werkwoordsvormen, samen 25 vragen (5% van alle examenvragen). De meeste stonden in 2019, tijdvak 1: 5 vragen. In de examens van 2024 tot en met 2026 ging 2% van de vragen over werkwoordsvormen, daarvoor 7%. Het onderwerp krijgt de laatste jaren minder ruimte.

Oefenen met werkwoordsvormen

Maak de 15 nieuwste examenvragen over werkwoordsvormen online, zonder account, of kies de vragen uit één jaar (2025, 2024, 2023, 2022, 2021, 2019 en 2018). Het AI-model kijkt ze na volgens het correctievoorschrift, je docent keurt het resultaat goed en je krijgt per vraag je punten en feedback in je mail.

Oefen de vragen over werkwoordsvormen

Andere onderwerpen Griekse taal en cultuur vwo

Nakijken als docent

  1. Kies het examen in de vragenbank

    In de vragenbank van ToetsChecker staat elk examen Griekse taal en cultuur vwo onder Eindexamens. Je neemt de examenvragen over in een eigen toets, alles of een selectie, of je leest het examen met het correctievoorschrift in als correctiemodel.

  2. Laat de klas het examen maken

    Op papier, zoals het echte examen: je scant de stapel in één keer of mailt de scan naar je scanadres. Of online, als digitale toetsafname met toezicht; de opgavetekst staat dan als bron bij elke vraag. Afbeeldingen uit het examen gaan niet mee, die staan in de PDF van de opgaven.

  3. Geef de resultaten vrij

    Het AI-model kijkt elk examen na volgens het correctievoorschrift en schrijft feedback per vraag. Bij een oefenexamen geef je alles in één keer vrij; bij een toets die meetelt loop je het voorstel eerst na. De leerling ziet het resultaat pas na jouw vrijgave.

ToetsChecker is geen examensite: je kijkt er ook je eigen SO's, proefwerken, praktische opdrachten en verslagen mee na, handgeschreven of digitaal, met jouw correctiemodel en feedback per vraag. Een gratis account heeft alle functies en 200 credits per maand, genoeg om ongeveer 100 toetsen te laten nakijken. Maak een gratis account of lees eerst hoe het nakijken werkt.

Alle oefentoetsen en eindexamens van dit vak staan op Grieks oefenen. Wat je op je centraal examen nodig hebt om te slagen, reken je uit met de slaag-zakcalculator.

Veelgestelde vragen

Hoe vaak komt werkwoordsvormen voor in het eindexamen Griekse taal en cultuur vwo?

In de 18 ingedeelde examens van 2018 tot en met 2026 gaan 25 vragen over werkwoordsvormen, 5% van alle examenvragen. Het onderwerp staat in 14 van die examens.

In welk examen Griekse taal en cultuur vwo stonden de meeste vragen over werkwoordsvormen?

In het examen van 2019, tijdvak 1, met 5 vragen: 10-11, 17-18, 24.

Hoe oefen ik examenvragen over werkwoordsvormen?

Op deze pagina staan alle vragen over werkwoordsvormen met het antwoord. Je maakt ook de 15 nieuwste vragen online, of die van één jaar, zonder account: het AI-model kijkt ze na, je docent keurt het resultaat goed en je krijgt per vraag feedback.