Examenvragen stijlfiguren Griekse taal en cultuur vwo
38 vragen over stijlfiguren uit 13 centrale examens van 2018 tot en met 2024.
Stijlfiguren komt in 13 van de 18 examens Griekse taal en cultuur vwo voor, met 38 vragen (8% van alle examenvragen). Het meest in 2022, tijdvak 1 (6 vragen). Je oefent de vragen online en het AI-model kijkt ze na volgens het correctievoorschrift.
Alle examenvragen over stijlfiguren
Per examen de vragen over stijlfiguren, nieuwste eerst, met de tekst van de opgave erbij. Onder elke vraag klap je het antwoord uit het correctievoorschrift open.
Oefen de vragen over dit onderwerp online
2024, tijdvak 1: Tekst 1
Opgavetekst
Tekst 1 Uit de grotvergelijking: wanneer iemand een gevangene in de grot losgemaakt heeft.
[1] “Οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε
[2] ἂν τὰ ὄμματα καὶ φεύγειν ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ δύναται
[3] καθορᾶν, καὶ νομίζειν ταῦτα τῷ ὄντι σαφέστερα τῶν δεικνυμένων;”
[4] “Οὕτως”, ἔφη.
[5] “Εἰ δέ”, ἦν δ᾿ ἐγώ, “ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς
[6] ἀναβάσεως καὶ ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου
[7] φῶς, ἆρα οὐχὶ ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον, καὶ ἐπειδὴ πρὸς
[8] τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμματα μεστὰ ὁρᾶν οὐδ᾿ ἂν ἓν δύνασθαι
[9] τῶν νῦν λεγομένων ἀληθῶν;”
[10] “Οὐ γὰρ ἄν”, ἔφη, “ ἐξαίφνης γε.”
[11] “Συνηθείας δή, οἶμαι, δέοιτ᾿ ἄν, εἰ μέλλοι τὰ ἄνω ὄψεσθαι. Καὶ πρῶτον
[12] μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῷ, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν
[13] ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν
[14] τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων
[15] τὸ τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθ᾿ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ
[16] ἡλίου.”
[17] “Πῶς δ᾿ οὔ;”
[18] “Τελευταῖον δή, οἶμαι, τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδ᾿ ἐν ἀλλοτρίᾳ ἕδρᾳ
[19] φαντάσματα αὐτοῦ, ἀλλ᾿ αὐτὸν καθ᾿ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτ᾿ ἂν
[20] κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.”
[21] “ Ἀναγκαῖον”, ἔφη.
[22] “Καὶ μετὰ ταῦτ᾿ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ ὅτι οὗτος ὁ τάς τε
[23] ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ
[24] τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος.”
[25] “Δῆλον”, ἔφη, “ ὅτι ἐπὶ ταῦτα ἂν μετ᾿ ἐκεῖνα ἔλθοι.”
[26] “Τί οὖν; Ἀναμιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ
[27] σοφίας καὶ τῶν τότε συνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς
[28] μεταβολῆς, τοὺς δὲ ἐλεεῖν;”
[29] “Καὶ μάλα.”
[30] “Τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες αὐτοῖς ἦσαν τότε παρ᾿ ἀλλήλων καὶ γέρα,
[31] τῷ ὀξύτατα καθορῶντι τὰ παριόντα καὶ μνημονεύοντι μάλιστα ὅσα τε
[32] πρότερα αὐτῶν καὶ ὕστερα εἰώθει καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ
[33] δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν
[34] ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ ζηλοῦν τοὺς παρ᾿ ἐκείνοις τιμωμένους τε καὶ
[35] ἐνδυναστεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι
[36] ‘ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ, ἀνδρὶ παρ᾿ ἀκλήρῳ’ καὶ ὁτιοῦν [ἂν]
[37] πεπονθέναι μᾶλλον ἢ ᾿κεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν;”
[38] “Οὕτως”, ἔφη, “ ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ
[39] ζῆν ἐκείνως.”
[40] “Καὶ τόδε δὴ ἐννόησον”, ἦν δ᾿ ἐγώ. “Εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς
[41] τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρ᾿ οὐ σκότους ἂν[α] πλέως σχοίη τοὺς
[42] ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;”
[43] “Καὶ μάλα γ᾿ ”, ἔφη.
[44] “Τὰς δὲ δὴ σκιὰς ἐκείνας πάλιν εἰ δέοι αὐτὸν γνωματεύοντα
[45] διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκείνοις, ἐν ᾧ ἀμβλυώττει, πρὶν
[46] καταστῆναι τὰ ὄμματα, οὗτος δ᾿ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη τῆς
[47] συνηθείας, ἆρ᾿ οὐ γέλωτ᾿ ἂν παράσχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ ὡς
[48] ἀναβὰς ἄνω διεφθαρμένος ἥκει τὰ ὄμματα, καὶ ὅτι οὐκ ἄξιον οὐδὲ
[49] πειρᾶσθαι ἄνω ἰέναι; Καὶ τὸν ἐπιχειροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν
[50] ταῖς χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτεινύναι ἄν;”
[51] “Σφόδρα γ᾿ ”, ἔφη.
Aantekeningen
ἡ ἀνάβασις de weg omhoog (regel 6)
ἀνάντης steil
ἐξέλκω, aoristus ἐξείλκυσα eruit trekken
regel 7 ὀδυνάομαι pijn voelen
regel 27 ὁ συνδεσμώτης medegevangene
regel 33 ἀπομαντεύομαι voorspellen
regel 35 ἐνδυναστεύω heersen
regel 36 ὁ ἐπάρουρος landarbeider
θητεύω + dativus voor loon dienen
ἄκληρος zonder bezit
γνωματεύω onderscheiden (regel 44)
διαμιλλάομαι + dativus wedijveren met (regel 45)
ὁ δεσμώτης gevangene
ἀμβλυώττω slecht zien
Plato, Politeia 515d9-517a7
Vraag 8 2 punten
Regel 30 ἦσαν: Noteer de namen van twee verschillende stilistische begrippen die gebruikt zijn in het tekstelement dat het onderwerp vormt van ἦσαν. Laat alliteratie buiten beschouwing.
Bekijk het antwoord
- Noemt twee verschillende van de volgende stilistische begrippen: polysyndeton, tautologie, tricolon. (2p)
Per juist begrip 1 punt, met een maximum van 2. Niet fout rekenen wanneer als een van de antwoorden 'hyperbaton' is genoteerd.
2024, tijdvak 2: Tekst 1
Opgavetekst
Tekst 1
Socrates vertelt over mensen die in de onderwereld bestraft worden.
[1] Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπ᾿ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ [2] βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι, ἵνα [3] ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίγνωνται. Εἰσὶν [4] δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων [5] οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν· ὅμως δὲ δι᾿ ἀλγηδόνων καὶ [6] ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφελία καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐ γὰρ οἷόν τε [7] ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. Οἳ δ᾿ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ [8] τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, [9] καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ [10] ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ [11] ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς [12] παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν [13] ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα. Ὧν ἐγώ φημι ἕνα καὶ [14] Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλον ὅστις ἂν τοιοῦτος [15] τύραννος ᾖ· οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ [16] τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων [17] γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα [18] ἁμαρτήματα ἁμαρτάνουσι. Μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος· βασιλέας [19] γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκεν τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον [20] τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν· Θερσίτην δέ, καὶ εἴ τις [21] ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκεν μεγάλαις τιμωρίαις [22] συνεχόμενον ὡς ἀνίατον – οὐ γὰρ οἶμαι ἐξῆν αὐτῷ· διὸ καὶ [23] εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν – ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν [24] δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν [25] κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον [26] ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου [27] ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. Ὀλίγοι [28] δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ [29] καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τὴν τοῦ δικαίως διαχειρίζειν [30] ἃ ἄν τις ἐπιτρέπῃ· εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονεν καὶ εἰς τοὺς ἄλλους [31] Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοί, ὦ ἄριστε, κακοὶ [32] γίγνονται τῶν δυναστῶν. Ὅπερ οὖν ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος [33] τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθ᾿ ὅστις οὔθ᾿ [34] ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, [35] ἐπισημηνάμενος, ἐάντε ἰάσιμος ἐάντε ἀνίατος δοκῇ εἶναι· ὁ δὲ ἐκεῖσε [36] ἀφικόμενος τὰ προσήκοντα πάσχει.
Aantekeningen
ἰάσιμος: geneeslijk (regel 5)
ὀδυνηρός: pijnlijk (regel 11)
ἀναρτάω: ophangen (regel 12)
τὸ νουθέτημα: waarschuwing (regel 13)
ὁ δυνάστης: machthebber (regel 16)
ὁ δυνάστης: machthebber (regel 19)
διαβιόω: leven (regel 27)
διαχειρίζω: beheren (regel 29)
ὁ δυνάστης: machthebber (regel 32)
ἐπισημαίνομαι: een merkteken aanbrengen (regel 35)
ἰάσιμος: geneeslijk
Plato, Gorgias 525b1-526c1
Vraag 4 1 punt
Regel 13-17 Ὧν t/m γεγονότας. Noteer de naam van het stilistisch begrip waarmee in deze regels benadrukt wordt dat de hier beschreven groep gestraften bestaat uit diverse vergelijkbare categorieën.
Bekijk het antwoord
- Noemt polysyndeton. (1p)
2024, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2
Alcibiades begint zijn lofrede.
[1] Σωκράτη δ᾿ ἐγὼ ἐπαινεῖν, ὦ ἄνδρες, οὕτως ἐπιχειρήσω, δι᾿ εἰκόνων. [2] Οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δ᾿ ἡ εἰκὼν τοῦ [3] ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου. Φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς [4] σιληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας [5] ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες [6] φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν. Καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ [7] σατύρῳ τῷ Μαρσύᾳ. Ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, ὦ [8] Σώκρατες, οὐδ᾿ αὐτὸς ἄν που ἀμφισβητήσαις· ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ [9] τοῦτο ἄκουε. Ὑβριστὴς εἶ· ἢ οὔ; Ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας [10] παρέξομαι. Ἀλλ᾿ οὐκ αὐλητής; Πολύ γε θαυμασιώτερος ἐκείνου. Ὁ μέν γε [11] δι᾿ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι [12] νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ – ἃ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, [13] τούτου διδάξαντος – τὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε [14] φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ [15] τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι. Σὺ δ᾿ ἐκείνου τοσοῦτον μόνον [16] διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν τοῦτο ποιεῖς. Ἡμεῖς [17] γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος [18] ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί· ἐπειδὰν δὲ σοῦ τις [19] ἀκούῃ ἢ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος ᾖ ὁ λέγων, [20] ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ [21] κατεχόμεθα. Ἐγὼ γοῦν, ὦ ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, [22] εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ [23] πάσχω ἔτι καὶ νυνί. Ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον ἢ τῶν [24] κορυβαντιώντων ἥ τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν [25] τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας· Περικλέους δὲ [26] ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δ᾿ [27] οὐδὲν ἔπασχον, οὐδ᾿ ἐτεθορύβητό μου ἡ ψυχὴ οὐδ᾿ ἠγανάκτει ὡς [28] ἀνδραποδωδῶς διακειμένου, ἀλλ᾿ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ [29] οὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω. Καὶ ταῦτα, ὦ [30] Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ. Καὶ ἔτι γε νῦν σύνοιδ᾿ ἐμαυτῷ ὅτι εἰ [31] ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. [32] Ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν [33] ἀμελῶ, τὰ δ᾿ Ἀθηναίων πράττω. Βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων [34] ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ [35] καταγηράσω. Πέπονθα δὲ πρὸς τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τις [36] οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον [37] αἰσχύνομαι. Σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ [38] ποιεῖν ἃ οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ [39] τῶν πολλῶν. Δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ [40] ὡμολογημένα.
Aantekeningen
ὁ σιληνός: silenenbeeldje (regel 4)
τὸ ἑρμογλυφεῖον: beeldhouwatelier
διχάδε: naar twee kanten (regel 5)
διοίγω: openen
ὁ σάτυρος: sater (regel 7)
αὐλέω: fluit spelen (regel 12)
αὐλέω: fluit spelen (regel 13)
ἡ αὐλητρίς: fluitspeelster (regel 14)
κορυβαντιάω: corybantische dansen uitvoeren (regel 24)
ἀνδραποδώδης: slaafs (regel 28)
καταγηράω: oud worden (regel 35)
δραπετεύω + accusativus: weglopen van (regel 39)
Plato, Symposium 215a4-216b6
Vraag 12 2 punten
Regel 1 δι᾿ εἰκόνων. Verdedig de stelling dat het woord εἰκόνων hier zowel letterlijk als figuurlijk opgevat kan worden. Ga in je antwoord in op het vervolg (t/m regel 7 Μαρσύᾳ).
Bekijk het antwoord
- Noemt dat het letterlijk opgevat kan worden als (verwijzend naar de) silenenbeeldjes die in regel 4 genoemd worden. (1p)
- Noemt dat het figuurlijk opgevat kan worden als (beelden van) een vergelijking, zoals ook ἡ εἰκὼν in regel 2 bedoeld is, of met de silenenbeeldjes en Marsyas. (1p)
Of woorden van overeenkomstige strekking.
Vraag 13 1 punt
Regel 1-3 Σωκράτη t/m γελοίου. In dit tekstgedeelte gebruikt Alcibiades een asyndeton om een tegenstelling te benadrukken. Noteer in eigen woorden de twee delen van deze tegenstelling.
Bekijk het antwoord
- Noemt de tegenstelling: (ter wille van de) waarheid of werkelijkheid tegenover (ter wille van) lachwekkendheid of grappigheid. (1p)
Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn.
Vraag 19 1 punt
Regel 28 Μαρσύου. Leg uit dat deze naam hier anders is gebruikt dan in regel 7 (Μαρσύᾳ). Laat het verschil in naamval buiten beschouwing.
Bekijk het antwoord
- Noemt dat de naam hier figuurlijk gebruikt wordt om Socrates mee aan te duiden, en dat in regel 7 Marsyas zelf bedoeld wordt. (1p)
Of woorden van overeenkomstige strekking.
2023, tijdvak 2: Tekst 1
Opgavetekst
Tekst 1 Gyges reageert op het voorstel van Candaules.
[1] Ὁ δὲ μέγα ἀμβώσας εἶπε· “Δέσποτα, τίνα λέγεις λόγον οὐκ ὑγιέα, κελεύων
[2] με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν; Ἅμα δὲ κιθῶνι ἐκδυομένῳ
[3] συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. Πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται,
[4] ἐκ τῶν μανθάνειν δεῖ· ἐν τοῖσι ἓν τόδε ἐστί, σκοπέειν τινὰ τὰ ἑωυτοῦ. Ἐγὼ
[5] δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην, καὶ σεο δέομαι μὴ
[6] δέεσθαι ἀνόμων.” Ὁ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρρωδέων μή τί οἱ
[7] ἐξ αὐτῶν γένηται κακόν. Ὁ δ᾿ ἀμείβετο τοισίδε· “Θάρσει, Γύγη, καὶ μὴ
[8] φοβεῦ μήτε ἐμέ, ὥς σεο πειρώμενος λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν
[9] ἐμήν, μή τί τοι ἐξ αὐτῆς γένηται βλάβος· ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτω
[10] ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ. Ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ
[11] κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω· μετὰ δ᾿ ἐμὲ ἐσελθόντα
[12] παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον. Κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος·
[13] ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἓν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ᾿ ἡσυχίην
[14] πολλὴν παρέξει τοι θεήσασθαι. Ἐπεὰν δὲ ἀπὸ τοῦ θρόνου στίχῃ ἐπὶ τὴν
[15] εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μή σε
[16] ὄψεται ἰόντα διὰ θυρέων.” Ὁ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἦν ἕτοιμος·
[17] ὁ δὲ Κανδαύλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἤγαγε τὸν Γύγεα ἐς τὸ
[18] οἴκημα, καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή· ἐσελθοῦσαν δὲ καὶ
[19] τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης. Ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς
[20] γυναικὸς ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω. Καὶ ἡ γυνὴ ἐπορᾷ μιν
[21] ἐξιόντα. Μαθοῦσα δὲ τὸ ποιηθὲν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα
[22] οὔτε ἔδοξε μαθεῖν, ἐν νόῳ ἔχουσα τείσασθαι τὸν Κανδαύλεα·
[23] παρὰ γὰρ τοῖσι Λυδοῖσι, σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι, καὶ
[24] ἄνδρα ὀφθῆναι γυμνὸν ἐς αἰσχύνην μεγάλην φέρει. Τότε μὲν δὴ οὕτως
[25] οὐδὲν δηλώσασα ἡσυχίην εἶχε· ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε, τῶν
[26] οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ, ἑτοίμους ποιησαμένη
[27] ἐκάλεε τὸν Γύγεα. Ὁ δὲ οὐδὲν δοκέων αὐτὴν τῶν πρηχθέντων ἐπίστασθαι
[28] ἦλθε καλεόμενος· ἐώθεε γὰρ καὶ πρόσθε, ὅκως ἡ βασίλεια καλέοι, φοιτᾶν.
[29] Ὡς δὲ ὁ Γύγης ἀπίκετο, ἔλεγε ἡ γυνὴ τάδε· “Νῦν τοι δυῶν ὁδῶν
[30] παρεουσέων, Γύγη, δίδωμι αἵρεσιν, ὁκοτέρην βούλεαι τραπέσθαι· ἢ γὰρ
[31] Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν, ἢ αὐτόν
[32] σε αὐτίκα οὕτω ἀποθνῄσκειν δεῖ, ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ
[33] τοῦ λοιποῦ ἴδῃς τὰ μή σε δεῖ. Ἀλλ᾿ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα
[34] δεῖ ἀπόλλυσθαι ἢ σὲ τὸν ἐμὲ γυμνὴν θεησάμενον καὶ ποιήσαντα οὐ
[35] νομιζόμενα.” Ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα, μετὰ δὲ
[36] ἱκέτευε μή μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν. Οὐκ ὦν δὴ
[37] ἔπειθε, ἀλλ᾿ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα
[38] ἀπολλύναι ἢ αὐτὸν ὑπ᾿ ἄλλων ἀπόλλυσθαι· αἱρέεται αὐτὸς περιεῖναι.
[39] Ἐπειρώτα δὴ λέγων τάδε· “ Ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν
[40] κτείνειν οὐκ ἐθέλοντα, φέρε ἀκούσω, τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ.”
[41] Ἡ δὲ ὑπολαβοῦσα ἔφη· “ Ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμὴ ἔσται ὅθεν περ
[42] καὶ ἐκεῖνος ἐμὲ ἐπεδέξατο γυμνήν, ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται.”
Aantekeningen
ἐκδύω uittrekken regel 2
συνεκδύομαι tegelijk uittrekken regel 3
ἀπομάχομαι zich verzetten regel 6
regel 9 τὸ βλάβος schade
regel 13 ἐκδύνω uittrekken
regel 20 ὑπεκδύομαι, aoristus ὑπεξέδυν stiekem wegsluipen
regel 42 ὑπνόομαι gaan slapen
ἡ ἐπιχείρησις aanval
Herodotus, Historiën 1.8.3-1.11
Vraag 1 2 punten
Tekst 1. Regel 1 λόγον οὐκ ὑγιέα. a) Citeer uit het vervolg (t/m regel 4 ἑωυτοῦ) het Griekse tekstelement waarmee de inhoud van deze λόγον wordt weergegeven. b) Noteer de naam van het stilistisch middel dat gebruikt is in de woorden λόγον οὐκ ὑγιέα.
Bekijk het antwoord
- a. Citeert (με) δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν (regel 2). (1p)
- b. Noemt litotes als naam van het stilistisch middel. (1p)
Bij a niet fout rekenen wanneer geantwoord is ‘κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν (regel 1-2)’.
Vraag 2 1 punt
Regel 1-6 Δέσποτα t/m ἀνόμων. Dit tekstgedeelte is opgebouwd als een ringcompositie. Citeer uit dit tekstgedeelte het Griekse tekstelement dat in de ringcompositie beschouwd kan worden als een herhaling van λόγον οὐκ ὑγιέα (regel 1).
Bekijk het antwoord
- Citeert ἀνόμων (regel 6). (1p)
Niet fout rekenen wanneer geantwoord is ‘δέεσθαι ἀνόμων (regel 6)’.
2022, tijdvak 1: Tekst 1
Opgavetekst
Tekst 1 Apollo verhoort het gebed van Chryses.
[43] Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖβος Ἀπόλλων,
[44] βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
[45] τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
[46] ἔκλαγξαν δ᾿ ἄρ᾿ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο,
[47] αὐτοῦ κινηθέντος· ὁ δ᾿ ἤϊε νυκτὶ ἐοικώς.
[48] Ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκε·
[49] δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο·
[50] οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
[51] αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
[52] βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
[53] Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
[54] τῇ δεκάτῃ δ᾿ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
[55] τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
[56] κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.
[57] Οἱ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο,
[58] τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[59] “ Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
[60] ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
[61] εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
[62] ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
[63] ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν,
[64] ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
[65] εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾿ ἑκατόμβης,
[66] αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
[67] βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.”
[68] Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη
[69] Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾿ ἄριστος,
[70] ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα,
[71] καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω
[72] ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
[73] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
[74] “ Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
[75] μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
[76] τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
[77] ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
[78] ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
[79] Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί.”
Aantekeningen
τὸ κάρηνον: top (regel 44)
ἀμφηρεφής: aan beide zijden gesloten (regel 45)
ἡ κλαγγή: klank (regel 49)
ὁ οὐρεύς: muildier (regel 50)
ἐχεπευκής: scherp (regel 51)
τὸ κῆλον: pijl (regel 53)
παλιμπλαγχθείς: teruggedreven (regel 59)
ἄψ: weer (regel 60)
ὁ λοιμός: pest (regel 61)
ὁ ὀνειροπόλος: droomuitlegger (regel 63)
ἐπιμέμφομαι + genitivus: ontevreden zijn over (regel 65)
ὁ οἰωνοπόλος: vogelwichelaar (regel 69)
ὄχα: verreweg
ἡ μαντοσύνη: waarzeggerskunst (regel 72)
ἐϋφρονέων: verstandig (regel 73)
ἑκατηβελέτης: van verre treffend (regel 75)
Homerus, Ilias 1.43-79
Vraag 5 1 punt
Regel 44-53 βῆ t/m θεοῖο. Leg uit dat ergens binnen dit tekstgedeelte het narratologisch middel versnelling is toegepast. Ga in je antwoord in op de inhoud van de regels 44-53 (βῆ t/m θεοῖο).
Bekijk het antwoord
- Er wordt (vanaf regel 44) in enkele regels beschreven dat Apollo naar het Griekse kamp gaat en begint te schieten (en dat duurt veel korter dan negen dagen); er wordt daarna in enkele/minder regels beschreven dat er dagenlang / negen dagen lang (dieren en) mensen (ziek worden en) sterven / pijlen geschoten worden. (1p)
Of woorden van overeenkomstige strekking. Niet fout rekenen wanneer in het tweede deel in plaats van 'daarna' is genoteerd 'vanaf regel 50/51/52'. Niet fout rekenen wanneer als tweede deel is genoteerd 'er wordt daarna in één regel (namelijk regel 53) beschreven dat er dagenlang / negen dagen lang pijlen geschoten worden'. Niet fout rekenen wanneer het eerste deel van het antwoord ontbreekt en in het tweede deel het woord 'daarna' ontbreekt. Geen scorepunt toekennen wanneer in het tweede deel in plaats van 'daarna' is genoteerd 'vanaf regel 44/45/46/47/48/49'.
Vraag 9 3 punten
Regel 73 ὅ t/m μετέειπεν. Een commentator merkt op dat in deze regel hetzelfde stilistisch middel is gebruikt als in regel 57 (Οἱ t/m ἐγένοντο). Zowel regel 73 als regel 57 is een formule. a Noteer de naam van dit stilistisch middel. b Beschrijf wat met de term formule bedoeld wordt en noteer de verklaring voor het gebruik van formules in de orale poëzie. Baseer je antwoord op de achtergronden bij de teksten die je voor dit examen gelezen hebt.
Bekijk het antwoord
- a. Tautologie (1p)
- b. Formules zijn (bijna) identieke (delen van) verzen/regels. (1p)
- b. De (bijna) identieke (delen van) verzen/regels stelden de ἀοιδός/zanger/dichter in staat om (zingend) te improviseren. (1p)
Of woorden van overeenkomstige strekking. Bij het tweede antwoord van b het scorepunt niet toekennen wanneer alleen geantwoord is 'De (bijna) identieke (delen van) verzen/regels stelden de ἀοιδός/zanger/dichter in staat de tekst / (delen van) verzen/regels (beter) te onthouden.'
2022, tijdvak 1: Tekst 4
Opgavetekst
Tekst 4 Hector spreekt met Achilles voor hun tweegevecht.
[248] Οἱ δ᾿ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾿ ἀλλήλοισιν ἰόντες,
[249] τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
[250] “Οὔ σ᾿ ἔτι, Πηλέος υἱέ, φοβήσομαι, ὡς τὸ πάρος περ
[251] τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ᾿ ἔτλην
[252] μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
[253] στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν, ἤ κεν ἁλοίην.
[254] Ἀλλ᾿ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
[255] μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
[256] οὐ γὰρ ἐγώ σ᾿ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
[257] δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
[258] ἀλλ᾿ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε᾿, Ἀχιλλεῦ,
[259] νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.”
[260] Τὸν δ᾿ ἄρ᾿ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[261] “ Ἕκτορ, μή μοι, ἄλαστε, συνημοσύνας ἀγόρευε·
[262] ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
[263] οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
[264] ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
[265] ὣς οὐκ ἔστ᾿ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
[266] ὅρκια ἔσσονται, πρίν γ᾿ ἢ ἕτερόν γε πεσόντα
[267] αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
[268] Παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
[269] αἰχμητήν τ᾿ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
[270] Οὔ τοι ἔτ᾿ ἔσθ᾿ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
[271] ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ᾿ ἀθρόα πάντ᾿ ἀποτείσεις
[272] κήδε᾿ ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων.”
[273] Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
[274] καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
[275] ἕζετο γὰρ προϊδών, τὸ δ᾿ ὑπέρπτατο χάλκεον ἔγχος,
[276] ἐν γαίῃ δ᾿ ἐπάγη· ἀνὰ δ᾿ ἥρπασε Παλλὰς Ἀθήνη,
[277] ἂψ δ᾿ Ἀχιλῆϊ δίδου, λάθε δ᾿ Ἕκτορα, ποιμένα λαῶν.
Aantekeningen
regel 255: ὁ ἐπίσκοπος: bewaker
regel 257: ἡ καμμονίη: overwinning
regel 261: ἄλαστος: vervloekt
ἡ συνημοσύνη: afspraak
regel 267: ταλαύρινος: schilddragend
regel 270: ἡ ὑπάλυξις: ontsnapping
regel 275: ὑπερπέτομαι: vliegen over
regel 277: ἄψ: weer
Homerus, Ilias 22.248-277
Vraag 17 2 punten
Regel 255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων. a Schrijf regel 255 over en scandeer deze regel. Van het woord ἔσσονται bestaat ook een versie met één sigma. b Leg op basis van het metrum uit, dat de versie met één sigma op deze plaats in regel 255 niet gebruikt kan worden.
Bekijk het antwoord
- a. Scansie van regel 255: ˉ ˘ ˘ | ˉ ˉ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˘ ˘ | ˉ ˉ (1p)
- b. Bij de versie met één sigma zou de eerste lettergreep kort zijn (en op deze plaats in de regel moet deze lettergreep lang zijn). (1p)
Bij b niet fout rekenen wanneer alleen geantwoord is 'Op deze plaats in de regel moet de eerste lettergreep (van ἔσσονται) lang zijn.' Woorden van overeenkomstige strekking zijn goed.
Vraag 18 2 punten
Regel 256-257 οὐ t/m ἀφέλωμαι. Leg uit dat in deze regels het narratologisch middel dramatische ironie is toegepast. Betrek in je antwoord het optreden van Zeus in het gedeelte dat aan tekst 4 voorafgaat (niet in dit examen afgedrukt).
Bekijk het antwoord
- Hector weet niet / het publiek weet (dat al bepaald is) dat hij/Hector verslagen zal worden / (in dit tweegevecht) zal sterven / dat Achilles zal winnen. (1p)
- Zeus heeft (namelijk) Hectors noodlot (al) bepaald / gewogen (en het bleek het zwaarst te zijn) / de (doods)loten van hen beiden gewogen (en dat van Achilles bleek het lichtst te zijn). (1p)
Of woorden van overeenkomstige strekking. Bij het eerste deel het scorepunt alleen toekennen wanneer enerzijds is ingegaan op de kennis van het publiek of het gebrek daaraan bij Hector en anderzijds op de inhoud van die kennis.
Vraag 21 2 punten
Regel 262-267 ὡς t/m ταλαύρινον πολεμιστήν. De primaire functie van deze vergelijking is het illustreren van Achilles’ opmerking in de regels 265-266 (ὣς t/m ἔσσονται). Een van de secundaire functies van deze vergelijking is vooruit verwijzen. a Leg uit dat met deze vergelijking vooruit verwezen wordt. Beargumenteer je antwoord met een gegeven uit het vervolg van de Ilias. Ga in je antwoord in op het beeld van deze vergelijking. Een andere secundaire functie van deze vergelijking is het opwekken van emotie. b Leg uit dat met deze vergelijking emotie opgewekt wordt. Ga in je antwoord in op het beeld van deze vergelijking en noteer de emotie die opgewekt wordt.
Bekijk het antwoord
- a. Vooruit wordt verwezen: Hector wordt afgebeeld als de verliezende/zwakkere partij; hij zal ook inderdaad verliezen (van Achilles). Of: Achilles wordt afgebeeld als een roofdier; hij zal Hectors lichaam ook inderdaad beestachtig behandelen / dreigen rauw te verslinden. (1p)
- b. In het beeld worden roofdieren genoemd; hierdoor wordt angst opgewekt (bij Hector / bij de toehoorder/lezer). Of: Hector wordt afgebeeld als een (weerloze) prooi; hierdoor wordt medelijden opgewekt (bij de toehoorder/lezer). Of: Achilles wordt afgebeeld als een wolf die een schaap grijpt; hierdoor wordt afschuw (jegens Achilles) opgewekt (bij de toehoorder/lezer). (1p)
Zowel bij a als bij b het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Of woorden van overeenkomstige strekking.
Vraag 22 1 punt
Regel 268 Παντοίης ἀρετῆς μιμνήσκεο. Verdedig de stelling dat deze woorden sarcastisch bedoeld zijn. Betrek in je antwoord zowel de woorden Παντοίης ἀρετῆς μιμνήσκεο als een andere opmerking van Achilles in het vervolg (t/m regel 272 θύων).
Bekijk het antwoord
- Achilles raadt Hector aan zijn uiterste best te doen / al zijn moed te verzamelen; hij beweert echter (in de regels 270-272) ook dat Hector (zeker) de verliezer zal zijn / dat dit geen enkele zin heeft (en daaruit blijkt dat de woorden Παντοίης ἀρετῆς μιμνήσκεο sarcastisch / niet serieus bedoeld zijn). (1p)
Of woorden van overeenkomstige strekking. Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn.
2022, tijdvak 2: Tekst 1 en Tekst 2
Opgavetekst
Tekst 1 Pandarus, zoon van Lycaon, heeft zijn speer naar Diomedes geworpen.
[283] Luidkeels stond hij te juichen, de roemrijke zoon van Lykaon:
[284] ‘Raak! Je bent recht in je buik getroffen. Jij maakt het niet lang meer,
[285] zou ik zo denken, maar mij heb je grote krijgsroem gegeven.’
[286] Onverschrokken gaf de held Diomedes hem antwoord:
[287] ‘Mis en niet raak, man! Maar ik verwacht dat jullie niet rusten
[288] voor de één of de ander is gesneuveld en zo de
[289] bloeddorst van de god met het taaie schild Ares gestild heeft,’
[290] riep hij en wierp zijn speer gericht door Athene, die trof zijn
[291] neus naast de oogkas, drong verder tussen de blinkende tanden,
[292] daarna sneed het meedogenloos brons bij de wortel de tong nog
[293] door en de punt van de speer kwam onder de kin weer naar buiten.
[294] Pandaros viel van de wagen, zijn wapens kletterden op hem
[295] met geflits en geflonker, het snelvoetig paardenspan deinsde
[296] schichtig opzij, ter plaatse verlieten zijn geest en zijn kracht hem.
Homerus, Ilias 5.283-296
Tekst 2 Patroclus raakt gewond.
[801] Patroklos zag in zijn vuist
zijn hele speer met lange schaduw breken,
[802] de zware, lange, sterke speer met punt
van brons. En op de grond viel van zijn schouders
[803] het schild met mooi bewerkte rand en ook
de bandelier. De vorst en zoon van Zeus
[804] Apollo maakte ook zijn harnas los.
[805] Τὸν δ᾿ ἄτη φρένας εἷλε, λύθεν δ᾿ ὑπὸ φαίδιμα γυῖα,
[806] στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
[807] ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνήρ,
[808] Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
[809] ἔγχεΐ θ᾿ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
[810] καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ᾿ ἵππων,
[811] πρῶτ᾿ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο·
[812] ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεες ἱππεῦ,
[813] οὐδὲ δάμασσ᾿· ὁ μὲν αὖτις ἀνέδραμε, μίκτο δ᾿ ὁμίλῳ,
[814] ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ᾿ ὑπέμεινε
[815] Πάτροκλον γυμνόν περ ἐόντ᾿ ἐν δηϊοτῆτι.
[816] Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
[817] ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾿ ἀλεείνων.
[818] Ἕκτωρ δ᾿ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
[819] ἂψ ἀναχαζόμενον, βεβλημένον ὀξέϊ χαλκῷ,
[820] ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
[821] νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε·
[822] δούπησεν δὲ πεσών, μέγα δ᾿ ἤκαχε λαὸν Ἀχαιῶν.
Aantekeningen:
regel 809: ἡ ἱπποσύνη = rijkunst
regel 821: ὁ κενέων = buik
διαπρό = erdoorheen
Homerus, Ilias 16.801-822
Vraag 8 2 punten
Regel 819 χαλκῷ.
a Noteer de naam van het stilistisch middel dat hier gebruikt is.
b Citeer uit de regels 810-813 (καὶ t/m ὁμίλῳ) het Griekse woord waarmee hetzelfde wordt bedoeld als met χαλκῷ (regel 819).
Bekijk het antwoord
- a: Noemt metonymia. (1p)
- b: Citeert βέλος (regel 812). (1p)
Bij a niet fout rekenen wanneer geantwoord is ‘materiaal in plaats van voorwerp’.
2022, tijdvak 2: Tekst 4
Opgavetekst
Tekst 4 Achilles jaagt op Hector.
[188] Ἕκτορα δ᾿ ἀσπερχὲς κλονέων ἔφεπ᾿ ὠκὺς Ἀχιλλεύς.
[189] Ὡς δ᾿ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται,
[190] ὄρσας ἐξ εὐνῆς, διά τ᾿ ἄγκεα καὶ διὰ βήσσας·
[191] τὸν δ᾿ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
[192] ἀλλά τ᾿ ἀνιχνεύων θέει ἔμπεδον, ὄφρα κεν εὕρῃ·
[193] ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
[194] Ὁσσάκι δ᾿ ὁρμήσειε πυλάων Δαρδανιάων
[195] ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
[196] εἴ πώς οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
[197] τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
[198] πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾿ αἰεί.
[199] Ὡς δ᾿ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
[200] οὔτ᾿ ἄρ᾿ ὁ τὸν δύναται ὑποφεύγειν οὔθ᾿ ὁ διώκειν·
[201] ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ᾿ ὃς ἀλύξαι.
[202] Πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
[203] εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ᾿ Ἀπόλλων
[204] ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
[205] Λαοῖσιν δ᾿ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
[206] οὐδ᾿ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
[207] μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.
[208] Ἀλλ᾿ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
[209] καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
[210] ἐν δὲ τίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
[211] τὴν μὲν Ἀχιλλῆος, τὴν δ᾿ Ἕκτορος ἱπποδάμοιο,
[212] ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾿ Ἕκτορος αἴσιμον ἦμαρ,
[213] ᾤχετο δ᾿ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
[214] Πηλεΐωνα δ᾿ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
[215] ἀγχοῦ δ᾿ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[216] “Νῦν δὴ νῶι ἔολπα, Διῒ φίλε φαίδιμ᾿ Ἀχιλλεῦ,
[217] οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας,
[218] Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
[219] Οὔ οἱ νῦν ἔτι γ᾿ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
[220] οὐδ᾿ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
[221] προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
[222] Ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ᾿ ἐγώ τοι
[223] οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.”
[224] Ὣς φάτ᾿ Ἀθηναίη, ὁ δ᾿ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
[225] στῆ δ᾿ ἄρ᾿ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
Aantekeningen:
regel 188: ἀσπερχές = onophoudelijk
τὸ ἄγκος = dal (regel 190)
καταπτήσσω = zich schuil houden (regel 191)
ὁ θάμνος = struik
ἀνιχνεύω = opsporen (regel 192)
ὁσσάκι = zo vaak als (regel 194)
τοσσάκι = zo vaak (regel 197)
παραφθάνω = inhalen
τὰ γοῦνα = knieën (regel 204)
regel 206: τὸ βέλεμνον = pijl
regel 208: ὁ κρουνός = bron
regel 210: τανηλεγής = smartelijk
regel 218: ἄατος = onverzadelijk
regel 221: προπροκυλίνδομαι = zich heen en weer wentelen
regel 225: χαλκογλώχις = met bronzen punt
Homerus, Ilias 22.188-225
Vraag 18 3 punten
Regel 189-193 Ὡς t/m Πηλεΐωνα.
a Beschrijf in eigen woorden het tertium comparationis van deze vergelijking.
b Citeer uit deze regels het Griekse tekstelement dat in het beeld correspondeert met Ἕκτωρ (regel 193).
In deze regels is een epitheton ornans gebruikt.
c Is dit epitheton ornans qua betekenis in deze context relevant? Citeer in je antwoord het epitheton ornans en ga in op de context.
Bekijk het antwoord
- a: Beschrijft het tertium comparationis: de achtervolgde kan zich niet verbergen voor of ontsnappen aan de achtervolger. (1p)
- b: Citeert νεβρὸν (ἐλάφοιο) (regel 189). (1p)
- c: Citeert het epitheton ποδώκεα (regel 193) en legt uit of het in deze context relevant is, met een onderbouwing die aansluit bij de context. (1p)
Bij a: zich niet kunnen verbergen voor de achtervolger, niet kunnen ontsnappen aan de achtervolger, of dat de achtervolger de achtervolgde goed in het oog heeft. Bij a niet fout rekenen wanneer geantwoord is ‘het (voortdurend) blijven achtervolgen / het voortdurend achtervolgd worden’. Bij a geen scorepunt wanneer alleen geantwoord is ‘het achtervolgen / het achtervolgd worden’. Bij c het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Voorbeelden van een goed antwoord bij c: (het epitheton ornans is) ποδώκεα (regel 193); dit betekent snel en is relevant voor het succes van de achtervolging (door Achilles), of in de vergelijking van Achilles met een jachthond, of om aan te geven hoe snel ook Hector rent. Ook goed: ποδώκεα is niet relevant, omdat Achilles Hector niet inhaalt of pas inhaalt als Hector stilstaat.
2022, tijdvak 3: Tekst 1
Opgavetekst
Tekst 1 Hera en Zeus bespreken het lot van Troje.
[30] Τὴν δὲ μέγ᾿ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
[31] “Δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
[32] τόσσα κακὰ ῥέζουσιν, ὅ τ᾿ ἀσπερχὲς μενεαίνεις
[33] Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
[34] Εἰ δὲ σύ γ᾿ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
[35] ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
[36] ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
[37] Ἔρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
[38] σοὶ καὶ ἐμοὶ μέγ᾿ ἔρισμα μετ᾿ ἀμφοτέροισι γένηται.
[39] Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
[40] ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
[41] τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
[42] μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ᾿ ἐᾶσαι·
[43] καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
[44] αἳ γὰρ ὑπ᾿ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
[45] ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
[46] τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
[47] καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
[48] Οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
[49] λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.”
[50] Τὸν δ᾿ ἠμείβετ᾿ ἔπειτα βοῶπις πότνια Ἥρη·
[51] “Ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
[52] Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
[53] τὰς διαπέρσαι, ὅτ᾿ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
[54] τάων οὔ τοι ἐγὼ πρόσθ᾿ ἵσταμαι οὐδὲ μεγαίρω.
[55] Εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
[56] οὐκ ἀνύω φθονέουσ᾿, ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
[57] Ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
[58] καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
[59] καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
[60] ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
[61] κέκλημαι, σὺ δὲ πᾶσι μετ᾿ ἀθανάτοισιν ἀνάσσεις.
[62] Ἀλλ᾿ ἤτοι μὲν ταῦθ᾿ ὑποείξομεν ἀλλήλοισι,
[63] σοὶ μὲν ἐγώ, σὺ δ᾿ ἐμοί· ἐπὶ δ᾿ ἕψονται θεοὶ ἄλλοι
[64] ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
[65] ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
[66] πειρᾶν δ᾿ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
[67] ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.”
[68] Ὣς ἔφατ᾿, οὐδ᾿ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
[69] αὐτίκ᾿ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
[70] “Αἶψα μάλ᾿ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
[71] πειρᾶν δ᾿ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
[72] ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.”
[73] Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
[74] βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων ἀΐξασα.
Aantekeningen
regel 32: ἀσπερχές hevig
βεβρώθω eten (regel 35)
regel 36: ἐξακέομαι + accusativus genezen van
ἔρξα aoristus van ἔρδω doen (regel 37)
regel 38: ἔρισμα twistpunt
regel 47: ἐϋμμελίης met sterke lans
regel 54: μεγαίρω misgunnen
regel 57: ἀτέλεστος vergeefs
regel 59: ἀγκυλομήτης sluw
regel 66 en 71: ὑπερκύδας zeer roemrijk
Homerus, Ilias 4.30-74
Vraag 1 3 punten
Regel 30 νεφεληγερέτα: het gebruik van bijvoeglijke naamwoorden als νεφεληγερέτα is kenmerkend voor het epos.
a. Noteer de gebruikelijke benaming voor een dergelijk bijvoeglijk naamwoord.
b. Citeer twee van dergelijke Griekse bijvoeglijke naamwoorden uit de regels 40-47 (ὁππότε t/m Πριάμοιο).
Bekijk het antwoord
- Noemt de benaming: epitheton ornans (1p)
- Citeert twee van de volgende Griekse bijvoeglijke naamwoorden uit de regels 40-47: ἀστερόεντι (regel 44), ἐπιχθονίων (regel 45), ἱρὴ (regel 46), ἐϋμμελίω (regel 47). Per juist antwoord 1 punt. (2p)
Vraag 2 2 punten
Regel 31 Δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες en regel 35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας.
a. Noteer de gebruikelijke benaming voor versdelen die identiek of bijna identiek zijn.
b. Beschrijf in eigen woorden de verklaring voor het herhaaldelijk gebruik van identieke of bijna identieke versdelen in de orale poëzie. Baseer je antwoord op de achtergronden bij de teksten die je voor dit examen gelezen hebt.
Bekijk het antwoord
- Noemt de benaming: formule(s) (1p)
- Verklaart dat de (bijna) identieke versdelen de zanger of dichter (ἀοιδός) in staat stelden (zingend) te improviseren, omdat de Ilias het resultaat is van een lange orale traditie (of woorden van overeenkomstige strekking). Niet goed: alleen dat de versdelen de zanger in staat stelden de tekst beter te onthouden. (1p)
Vraag 7 2 punten
Regel 74 βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων ἀΐξασα.
a. Schrijf regel 74 over en scandeer deze regel.
b. Leg uit op basis van het metrum, waarom in deze regel de vorm Οὐλύμποιο is gebruikt in plaats van Ὀλύμποιο.
Bekijk het antwoord
- Scandeert de regel als: ˉ ˘ ˘ | ˉ ˉ | ˉ ˘ ˘ | ˉ ˉ | ˉ ˉ | ˉ ˉ (1p)
- Legt uit dat de eerste lettergreep van dit woord op deze plaats in de regel lang moet zijn (Οὐ- is lang, terwijl de eerste lettergreep van Ὀλύμποιο kort is), of woorden van overeenkomstige strekking (1p)
2022, tijdvak 3: Tekst 2
Opgavetekst
Tekst 2 Achilles’ paarden na de dood van Patroclus.
[434] Stokstijf bleven ze staan als een standbeeld dat op de grafterp
[435] staat van een dode, van een man of een vrouw, even roerloos
[436] stonden ze voor de stralend mooie strijdkar, de hoofden
[437] diep naar de aarde gebogen. Van hun oogleden gleden
[438] steeds hete tranen op de grond neer terwijl ze rouwden
[439] om het gemis van hun wagenmenner; hun welige manen,
[440] neerglijdend onder het juk langs de zijkussens, raakten bezoedeld.
[441] Kronoszoon Zeus kreeg erbarmen toen hij de paarden zag huilen,
[442] en hij schudde zijn hoofd terwijl hij zacht bij zichzelf zei:
[443] ‘Ach, arme dieren, waarom gaven wij jullie, die eeuwig
[444] jong en onsterfelijk zijn, aan Peleus, een sterfelijke koning,
[445] om ongelukkig te zijn bij diep ongelukkige mensen?
[446] Want er bestaat nu eenmaal niets ongelukkigers dan de
[447] mens van alles wat er op aarde ademt en rondkruipt.
[448] Maar ik sta onder geen beding toe dat op jullie of jullie
[449] kostbare wagen door Hektor Priamoszoon wordt gereden.
[450] Is het nog niet genoeg dat hij schitteren kan met de rusting?’
Homerus, Ilias 17.434-450. Vertaling: Imme Dros, Homeros Ilias, Amsterdam 2015.
Vraag 8 1 punt
Regel 434-437 Stokstijf t/m gebogen. De primaire functie van deze vergelijking is illustratie van het roerloos stilstaan van de paarden.
Beschrijf in eigen woorden een van de secundaire functies van deze vergelijking. Baseer je antwoord op de inhoud van deze vergelijking.
Bekijk het antwoord
- Noemt een secundaire functie, bijvoorbeeld: opwekking van medelijden of verdriet, een sombere sfeer; (terug)verwijzing naar de dood van Patroclus; (vooruit)verwijzing naar de begrafenis van Patroclus (door het noemen van een standbeeld op een grafterp van een dode in deze vergelijking) (1p)
2021, tijdvak 1: Tekst 2
Opgavetekst
Tekst 2 Dionysus maakt zichzelf bekend.
[1] Ἥκω Διὸς παῖς τήνδε Θηβαίαν χθόνα
[2] Διόνυσος, ὃν τίκτει ποθ᾿ ἡ Κάδμου κόρη
[3] Σεμέλη λοχευθεῖσ᾿ ἀστραπηφόρῳ πυρί·
[4] μορφὴν δ᾿ ἀμείψας ἐκ θεοῦ βροτησίαν
[5] πάρειμι Δίρκης νάμαθ᾿ Ἱσμηνοῦ θ᾿ ὕδωρ.
[6] Ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
[7] τόδ᾿ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
[8] τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
[9] ἀθάνατον Ἥρας μητέρ᾿ εἰς ἐμὴν ὕβριν.
[10] Αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
[11] τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
[12] πέριξ ἐγὼ ᾿κάλυψα βοτρυώδει χλόῃ.
[13] Λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
[14] Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας
[15] Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
[16] Μήδων ἐπελθὼν Ἀραβίαν τ᾿ εὐδαίμονα
[17] Ἀσίαν τε πᾶσαν ἣ παρ᾿ ἁλμυρὰν ἅλα
[18] κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾿ ὁμοῦ
[19] πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
[20] ἐς τήνδε πρώτην ἦλθον Ἑλλήνων πόλιν,
[21] τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
[22] τελετάς, ἵν᾿ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
[23] Πρώτας δὲ Θήβας τάσδε γῆς Ἑλληνίδος
[24] ἀνωλόλυξα, νεβρίδ᾿ ἐξάψας χροὸς
[25] θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
[26] ἐπεί μ᾿ ἀδελφαὶ μητρός, ἃς ἥκιστ᾿ ἐχρῆν,
[27] Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
[28] Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
[29] ἐς Ζῆν᾿ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
[30] Κάδμου σοφίσμαθ᾿, ὧν νιν οὕνεκα κτανεῖν
[31] Ζῆν᾿ ἐξεκαυχῶνθ᾿, ὅτι γάμους ἐψεύσατο.
[32] Τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾿ ἐγὼ
[33] μανίαις, ὄρος δ᾿ οἰκοῦσι παράκοποι φρενῶν,
[34] σκευήν τ᾿ ἔχειν ἠνάγκασ᾿ ὀργίων ἐμῶν.
[35] Καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
[36] γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
[37] ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
[38] χλωραῖς ὑπ᾿ ἐλάταις ἀνορόφους ἧνται πέτρας.
[39] Δεῖ γὰρ πόλιν τήνδ᾿ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
[40] ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
[41] Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾿ ὕπερ
[42] φανέντα θνητοῖς δαίμον᾿ ὃν τίκτει Διί.
Aantekeningen
regel 3 λοχεύω bij de geboorte helpen
ἀστραπηφόρος bliksemdragend
regel 4 βροτήσιος sterfelijk
regel 7 τὸ ἐρείπιον ruïne
regel 8 τύφομαι roken
regel 10 ἄβατος ontoegankelijk
regel 11 ὁ σηκός heiligdom
regel 12 βοτρυώδης vol druiven
regel 13 πολύχρυσος rijk aan goud
regel 14 ἡλιόβλητος door de zon getroffen
regel 15 δύσχιμος winters
regel 17 ἁλμυρός zout
μιγάς gemengd regel 18
regel 19 καλλιπύργωτος met mooie torens
regel 24 ἀνολολύζω door kreten opschrikken
regel 25 κίσσινος met klimop
regel 31 ἐκκαυχάομαι beweren
regel 32 οἰστράω opjagen
regel 33 παράκοπος waanzinnig
regel 36 ἐκμαίνω in razernij naar buiten jagen
regel 37 ἀναμείγνυμι vermengen
regel 38 ἀνόροφος zonder dak
regel 40 ἀτέλεστος niet ingewijd
Euripides, Bacchae 1-42
Vraag 3 1 punt
Regel 3 λοχευθεῖσ᾿ ἀστραπηφόρῳ πυρί. Verdedig de stelling dat deze woorden het stilistisch middel eufemisme vormen.
Bekijk het antwoord
- Verdedigt het eufemisme met beide onderdelen: (1) Semele werd door het bliksemvuur bij de geboorte geholpen, maar dat ze daarbij om het leven kwam, wordt niet vermeld; (2) er staat geholpen worden bij de geboorte, een erg verzachtende formulering voor levend gecremeerd worden (terwijl de baby ternauwernood gered wordt). (1p)
Het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Of woorden van overeenkomstige strekking.
Vraag 8 1 punt
Regel 39-42 Δεῖ t/m Διί. De twee zaken die moeten gebeuren, worden in deze regels door Dionysus beschreven in de vorm van het stilistisch middel chiasme. Neem het volgende schema over en citeer op de plaats van de puntjes de vier Griekse tekstelementen die het chiasme vormen: … (a), … (b), … (b), … (a).
Bekijk het antwoord
- Citeert de vier tekstelementen van het chiasme op de juiste plaats: πόλιν (τήνδ᾿) (a), ἐκμαθεῖν (b) (regel 39), ἀπολογήσασθαί (b), μ᾿ (a) (regel 41). (1p)
Aanvulling op het correctievoorschrift (2021-1): bij deze vraag moet altijd 1 scorepunt worden toegekend, ongeacht of er wel of geen antwoord is gegeven en ongeacht het gegeven antwoord.
2021, tijdvak 1: Tekst 3
Opgavetekst
Tekst 3 Tweede confrontatie Dionysus - Pentheus.
[787] Δι. Πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
[788] Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
[789] οὔ φημι χρῆναί σ᾿ ὅπλ᾿ ἐπαίρεσθαι θεῷ,
[790] ἀλλ᾿ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
[791] κινοῦντα βάκχας σ᾿ εὐίων ὀρῶν ἄπο.
[792] Πε. Οὐ μὴ φρενώσεις μ᾿, ἀλλὰ δέσμιος φυγὼν
[793] σώσῃ τόδ᾿; Ἤ σοι πάλιν ἀναστρέψω δίκην.
[794] Δι. Θύοιμ᾿ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
[795] πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
[796] Πε. Θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
[797] πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
[798] Δι. Φεύξεσθε πάντες· καὶ τόδ᾿ αἰσχρόν, ἀσπίδας
[799] θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους.
[800] Πε. Ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
[801] ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
[802] Δι. Ὦ τᾶν, ἔτ᾿ ἔστιν εὖ καταστῆσαι τάδε.
[803] Πε. Τί δρῶντα; Δουλεύοντα δουλείαις ἐμαῖς;
[804] Δι. Ἐγὼ γυναῖκας δεῦρ᾿ ὅπλων ἄξω δίχα.
[805] Πε. Οἴμοι· τόδ᾿ ἤδη δόλιον ἐς ἐμὲ μηχανᾷ.
[806] Δι. Ποῖόν τι, σῶσαί σ᾿ εἰ θέλω τέχναις ἐμαῖς;
[807] Πε. Ξυνέθεσθε κοινῇ τάδ᾿, ἵνα βακχεύητ᾿ ἀεί.
[808] Δι. Καὶ μὴν ξυνεθέμην τοῦτό γ᾿, ἴσθι, τῷ θεῷ.
[809] Πε. Ἐκφέρετέ μοι δεῦρ᾿ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
[810] Δι. Ԡ·
[811] βούλῃ σφ᾿ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
[812] Πε. Μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
[813] Δι. Τί δ᾿ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
[814] Πε. Λυπρῶς νιν εἰσίδοιμ᾿ ἂν ἐξῳνωμένας.
[815] Δι. Ὅμως δ᾿ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
[816] Πε. Σάφ᾿ ἴσθι, σιγῇ γ᾿ ὑπ᾿ ἐλάταις καθήμενος.
[817] Δι. Ἀλλ᾿ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
[818] Πε. Ἀλλ᾿ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
[819] Δι. Ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
[820] Πε. Ἄγ᾿ ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.
[821] Δι. Στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
[822] Πε. Τί δὴ τόδ᾿; Ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
[823] Δι. Μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
[824] Πε. Εὖ γ᾿ εἶπας αὖ τόδ᾿· ὥς τις εἶ πάλαι σοφός.
[825] Δι. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
[826] Πε. Πῶς οὖν γένοιτ᾿ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
[827] Δι. Ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Aantekeningen
regel 792 φρενόω vermanen
regel 795 λακτίζω trappen
regel 799 ἐκτρέπω afweren
χαλκήλατος bronzen
regel 800 συμπλέκω in een discussie verwikkelen
regel 802 τᾶν vriend
regel 811 συγκάθημαι bij elkaar zitten
regel 814 ἐξοινόομαι dronken worden
regel 817 ἐξιχνεύω opsporen
regel 821 βύσσινος linnen
regel 825 ἐκμουσόω grondig onderrichten
Euripides, Bacchae 787-827
Bron 7
De apostel Paulus vertelt daar dat hij vroeger Saul heette en actief was als vervolger van aanhangers van Jezus. Toen hij eens onderweg was om aanhangers van Jezus te arresteren, werd hij plotseling verblind door een felle lichtstraal. Hij viel op de grond en hoorde een stem tegen hem zeggen: “Saul, Saul, waarom vervolg je mij? Je kwelt jezelf door tegen de prikkels te trappen!” Hij vroeg: “Wie bent u, Heer?” De Heer antwoordde: “Ik ben Jezus, die jij vervolgt.”
Bijbel, Handelingen van de Apostelen 26:13-14
Vraag 13 2 punten
Regel 795 πρὸς κέντρα λακτίζοιμι. a Citeer uit het voorafgaande (vanaf regel 788 κακῶς) het Griekse tekstelement waarvoor πρὸς κέντρα λακτίζοιμι een metafoor is. Deze metafoor komt ook in de Bijbel voor, zie de Bijbeltekst. b Beschrijf in eigen woorden de overeenkomst tussen beide situaties, zowel wat betreft degene die deze metafoor gebruikt, als wat betreft degene tot wie de metafoor is gericht.
Bekijk het antwoord
- a: citeert (σ᾿) ὅπλ᾿ ἐπαίρεσθαι (θεῷ) (regel 789). (1p)
- b: noemt dat de spreker in beide situaties een religieus leider (met aanhangers), een goddelijk persoon of (een zoon van) een god is, en dat de aangesprokene in beide situaties iemand is die zich verzet tegen de spreker, of die de aanhangers van de spreker vervolgt. (1p)
Bij b het scorepunt alleen toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Of woorden van overeenkomstige strekking.
Vraag 21 1 punt
Regel 808 Καὶ t/m θεῷ en regel 825 Διόνυσος t/m τάδε. In elk van deze beide regels is het narratologisch middel dramatische ironie gebruikt. Leg uit dat de dramatische ironie in beide regels op dezelfde manier tot stand komt.
Bekijk het antwoord
- Legt uit dat in beide regels de vreemdeling tegenover Pentheus doet alsof hij en de god Dionysus twee verschillende personen zijn, terwijl het publiek weet dat de vreemdeling zelf Dionysus is. (1p)
Of woorden van overeenkomstige strekking.
2021, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Cadmus en Agaue spreken over Pentheus.
[1248] Κα. Οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾿ ἐμῶν·
[1249] ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μὲν ἀλλ᾿ ἄγαν
[1250] Βρόμιος ἄναξ ἀπώλεσ᾿ οἰκεῖος γεγώς.
[1251] Αγ. Ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
[1252] ἔν τ᾿ ὄμμασι σκυθρωπόν. Εἴθε παῖς ἐμὸς
[1253] εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
[1254] †ὅτ᾿ ἐν† νεανίαισι Θηβαίοις ἅμα
[1255] θηρῶν ὀριγνῷτ᾿· ἀλλὰ θεομαχεῖν μόνον
[1256] οἷός τ᾿ ἐκεῖνος. Νουθετητέος, πάτερ,
[1257] σοὐστίν. Τίς αὐτὸν δεῦρ᾿ ἂν ὄψιν εἰς ἐμὴν
[1258] καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
[1259] Κα. Φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾿ ἐδράσατε
[1260] ἀλγήσετ᾿ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
[1261] ἐν τῷδ᾿ ἀεὶ μενεῖτ᾿ ἐν ᾧ καθέστατε,
[1262] οὐκ εὐτυχοῦσαι δόξετ᾿ οὐχὶ δυστυχεῖν.
[1263] Αγ. Τί δ᾿ οὐ καλῶς τῶνδ᾿ ἢ τί λυπηρῶς ἔχει;
[1264] Κα. Πρῶτον μὲν ἐς τόνδ᾿ αἰθέρ᾿ ὄμμα σὸν μέθες.
[1265] Αγ. Ἰδού· τί μοι τόνδ᾿ ἐξυπεῖπας εἰσορᾶν;
[1266] Κα. Ἔθ᾿ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
[1267] Αγ. Λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
[1268] Κα. Τὸ δὲ πτοηθὲν τόδ᾿ ἔτι σῇ ψυχῇ πάρα;
[1269] Αγ. Οὐκ οἶδα τοὔπος τοῦτο· γίγνομαι δέ πως
[1270] ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
[1271] Κα. Κλύοις ἂν οὖν τι κἀποκρίναι᾿ ἂν σαφῶς;
[1272] Αγ. Ὡς ἐκλέλησμαί γ᾿ ἃ πάρος εἴπομεν, πάτερ.
[1273] Κα. Ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
[1274] Αγ. Σπαρτῷ μ᾿ ἔδωκας, ὡς λέγουσ᾿, Ἐχίονι.
[1275] Κα. Τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
[1276] Αγ. Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
[1277] Κα. Τίνος πρόσωπον δῆτ᾿ ἐν ἀγκάλαις ἔχεις;
[1278] Αγ. Λέοντος, ὥς γ᾿ ἔφασκον αἱ θηρώμεναι.
[1279] Κα. Σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
[1280] Αγ. Ἔα, τί λεύσσω; Τί φέρομαι τόδ᾿ ἐν χεροῖν;
[1281] Κα. Ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
[1282] Αγ. Ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾿ ἐγώ.
[1283] Κα. Μῶν σοι λέοντι φαίνεται προσεικέναι;
[1284] Αγ. Οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν᾿ ἔχω κάρα.
[1285] Κα. Ὠιμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
[1286] Αγ. Τίς ἔκτανέν νιν; Πῶς ἐμὰς ἦλθ᾿ ἐς χέρας;
[1287] Κα. Δύστην᾿ ἀλήθει᾿, ὡς ἐν οὐ καιρῷ πάρει.
[1288] Αγ. Λέγ᾿, ὡς τὸ μέλλον καρδία πήδημ᾿ ἔχει.
[1289] Κα. Σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
[1290] Αγ. Ποῦ δ᾿ ὤλετ᾿; Ἦ κατ᾿ οἶκον, ἢ ποίοις τόποις;
[1291] Κα. Οὗπερ πρὶν Ἀκταίωνα διέλαχον κύνες.
[1292] Αγ. Τί δ᾿ ἐς Κιθαιρῶν᾿ ἦλθε δυσδαίμων ὅδε;
[1293] Κα. Ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
[1294] Αγ. Ἡμεῖς δ᾿ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
[1295] Κα. Ἐμάνητε, πᾶσά τ᾿ ἐξεβακχεύθη πόλις.
[1296] Αγ. Διόνυσος ἡμᾶς ὤλεσ᾿, ἄρτι μανθάνω.
[1297] Κα. Ὕβριν ⟨γ᾿⟩ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
[1298] Αγ. Τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
[1299] Κα. Ἐγὼ μόλις νιν ἐξερευνήσας φέρω.
[1300] Αγ. Ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
〈 〉
[1301] Ag. Was Pentheus even dwaas als ik?
[1302] Ca. Ja, hij respecteerde de god net zo min als jullie.
[1303] Daarom bracht deze één onheil over allemaal,
[1304] jullie en Pentheus en daardoor stortte hij de hele familie in het ongeluk,
[1305] mij ook. Zelf heb ik immers geen zoon
[1306] en nu is het kind uit jouw buik op een schandelijke
[1307] en afschuwelijke manier gestorven. Hij ligt hier voor me,
[1308] door wie het huis juist weer opbloeide. Jij, jongen, betekende
[1309] de voortzetting van mijn geslacht, kind van mijn dochter,
[1310] en de stad had ontzag voor je. Niemand waagde het
[1311] deze oude man te beledigen, als hij jou zag staan;
[1312] want hij zou zijn verdiende loon gekregen hebben.
[1313] Nu zal ik weg moeten uit mijn huis, eerloos verbannen,
[1314] de grote Kadmos die het geslacht der Thebanen
[1315] heeft gezaaid en de mooiste oogst heb binnengehaald.
Aantekeningen
regel 1253 εὔθηρος: succesvol bij de jacht
regel 1255 ὀριγνάομαι + genitivus: jagen op
θεομαχέω: zich verzetten tegen goden
regel 1265 ἐξυπεῖπα (aoristus): aanraden
regel 1267 διειπετής: helder
regel 1268 πτοέω: verbijsteren
regel 1270 ἔννους: bij zinnen
regel 1272 ἐκλανθάνομαι: geheel vergeten
regel 1291 διαλαγχάνω: aan stukken scheuren
regel 1294 καταίρω: aankomen
regel 1295 ἐκβακχεύω: in bacchische geestvervoering brengen
regel 1299 ἐξερευνάω: opsporen
regel 1300 συγκλῄω: samenbrengen
Euripides, Bacchae 1248-1315
Vraag 16 1 punt
Regel 1284 (Οὔκ t/m κάρα).
Leg uit dat in deze regel het lot van Pentheus geïllustreerd wordt door het stilistisch middel hyperbaton. Citeer in je antwoord de Griekse woorden die het hyperbaton vormen.
Bekijk het antwoord
- Citeert Πενθέως en κάρα, en legt uit dat zo Pentheus’ hoofd is gescheiden van (de rest van) zijn lichaam. (1p)
Het punt alleen toekennen wanneer alle drie de onderdelen van het antwoord juist zijn: het citeren van Πενθέως, het citeren van κάρα en de uitleg dat het hoofd van Pentheus gescheiden is van de rest van zijn lichaam. Of woorden van overeenkomstige strekking.
Vraag 17 1 punt
Regel 1287 (Δύστην᾿ t/m πάρει).
Noteer de naam van een stilistisch middel dat in deze regel gebruikt is.
Bekijk het antwoord
- Noemt personificatie of litotes. Apostrofe telt ook. (1p)
Personificatie en litotes zijn volgens het model beide goed. Apostrofe is ook goed: die wordt niet fout gerekend.
Vraag 21 2 punten
Regel 1295 (πᾶσά τ᾿ ἐξεβακχεύθη πόλις).
a. Leg uit dat het gebruik van het woord πᾶσά een overdrijving is. Baseer je antwoord op de inhoud van de Bacchae.
b. Verdedig de stelling dat Cadmus een goede bedoeling heeft met deze overdrijving.
Bekijk het antwoord
- Onderdeel a: legt uit dat alleen de vrouwen (en Teiresias en Cadmus) in bacchische geestvervoering waren, en dus niet de hele stad. (1p)
- Onderdeel b: verdedigt dat Cadmus met zijn overdrijving aan Agaue duidelijk maakt dat zij niet als enige buiten zinnen was, en dat dat dus vergeeflijk was. Of woorden van overeenkomstige strekking. (1p)
Vraag 22 1 punt
Regel 1298 (Τὸ t/m πάτερ;). Deze regel wordt door G. Koolschijn als volgt vertaald: Het lichaam van mijn lieve zoon, waar is het, vader? Uit deze vertaling blijkt, dat volgens de vertaler in het Grieks het stilistisch middel enallage is toegepast.
Leg dit uit. Ga in je antwoord in op zowel het Grieks als de vertaling.
Bekijk het antwoord
- Legt uit dat φίλτατον (liefste) in het Grieks een bijvoeglijke bepaling is bij σῶμα (lichaam), en dat ‘lieve’ in de vertaling een bijvoeglijke bepaling is bij ‘zoon’. Beide onderdelen moeten juist zijn. Of woorden van overeenkomstige strekking. (1p)
Vraag 24 1 punt
Zowel het woord οἶκος in het Grieks als het woord ‘huis’ in het Nederlands wordt soms gebruikt als metonymia. In welke regel kan het niet anders dan als metonymia opgevat worden?
Bekijk het antwoord
Antwoord: C
2021, tijdvak 3: Tekst 2
Opgavetekst
Tekst 2 Pentheus uitgeleverd aan de vrouwen.
[1063] Τοὐντεῦθεν ἤδη τοῦ ξένου θαυμάσθ᾿ ὁρῶ·
[1064] λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
[1065] κατῆγεν ἦγεν ἦγεν ἐς μέλαν πέδον·
[1066] κυκλοῦτο δ᾿ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
[1067] τόρνῳ γραφόμενος περιφορὰν ἑλικοδρόμον·
[1068] ὣς κλῶν᾿ ὄρειον ὁ ξένος χεροῖν ἄγων
[1069] ἔκαμπτεν ἐς γῆν, ἔργματ᾿ οὐχὶ θνητὰ δρῶν.
[1070] Πενθέα δ᾿ ἱδρύσας ἐλατίνων ὄζων ἔπι
[1071] ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾿ ἄνω
[1072] ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
[1073] ὀρθὴ δ᾿ ἐς ὀρθὸν αἰθέρ᾿ ἐστηρίζετο
[1074] ἔχουσα νώτοις δεσπότην ἐφήμενον.
[1075] Ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας·
[1076] ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
[1077] καὶ τὸν ξένον μὲν οὐκέτ᾿ εἰσορᾶν παρῆν,
[1078] ἐκ δ᾿ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
[1079] Διόνυσος, ἀνεβόησεν· “Ὦ νεάνιδες,
[1080] ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾿ ὄργια
[1081] γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.”
[1082] Καὶ ταῦθ᾿ ἅμ᾿ ἠγόρευε καὶ πρὸς οὐρανὸν
[1083] καὶ γαῖαν ἐστήριζε φῶς σεμνοῦ πυρός.
[1084] Σίγησε δ᾿ αἰθήρ, σῖγα δ᾿ ὕλιμος νάπη
[1085] φύλλ᾿ εἶχε, θηρῶν δ᾿ οὐκ ἂν ἤκουσας βοήν.
[1086] Αἱ δ᾿ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
[1087] ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
[1088] Ὁ δ᾿ αὖθις ἐπεκέλευσεν· ὡς δ᾿ ἐγνώρισαν
[1089] σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι
[1090] ᾖξαν πελείας ὠκύτητ᾿ οὐχ ἥσσονες
[1091] [ποδῶν ἔχουσαι συντόνοις δρομήμασι
[1092] μήτηρ Ἀγαυὴ σύγγονοί θ᾿ ὁμόσποροι]
[1093] πᾶσαί τε βάκχαι, διὰ δὲ χειμάρρου νάπης
[1094] ἀγμῶν τ᾿ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
[1095] Ὡς δ᾿ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
[1096] πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
[1097] ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
[1098] ὄζοισί τ᾿ ἐλατίνοισιν ἠκοντίζετο,
[1099] ἄλλαι δὲ θύρσους ἵεσαν δι᾿ αἰθέρος
[1100] Πενθέως, στόχον δύστηνον, ἀλλ᾿ οὐκ ἤνυτον.
[1101] Κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
[1102] καθῆσθ᾿ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
[1103] Τέλος δὲ δρυΐνοις συντριαινοῦσαι κλάδοις
[1104] ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
[1105] Ἐπεὶ δὲ μόχθων τέρματ᾿ οὐκ ἐξήνυτον,
[1106] ἔλεξ᾿ Ἀγαυή· “Φέρε, περιστᾶσαι κύκλῳ
[1107] πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
[1108] θῆρ᾿ ὡς ἕλωμεν μηδ᾿ ἀπαγγείλῃ θεοῦ
[1109] χοροὺς κρυφαίους.” Αἱ δὲ μυρίαν χέρα
[1110] προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός.
[1111] Ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
[1112] πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
[1113] Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
Aantekeningen
regel 1066 κυκλόω: krommen; κυρτός: gebogen
regel 1067 ὁ τόρνος: passer; ἑλικοδρόμος: een kromme baan makend
regel 1068 ὁ κλών: tak
regel 1069 τὸ ἔργμα: daad
regel 1072 ἀτρέμα: rustig; ἀναχαιτίζω: afwerpen
regel 1074 ἔφημαι + dativus: zitten op
regel 1084 ὕλιμος: bosrijk
regel 1088 ἐπικελεύω: aanmoedigen
regel 1090 ἡ πέλεια: duif; ἡ ὠκύτης: snelheid
regel 1091 σύντονος: ingespannen
regel 1093 χείμαρρος: met een bergstroom
regel 1094 ὁ ἀγμός: rots; ἐμμανής: razend
regel 1095 ἔφημαι + dativus: zitten op
regel 1096 ἡ χερμάς: kei; κραταίβολος: met kracht geworpen
regel 1097 ἀντίπυργος: torenhoog
regel 1100 ὁ στόχος: het mikken
regel 1103 δρύϊνος: eiken-; συντριαινόω: verbrijzelen
regel 1104 ἀνασπαράσσω: uittrekken; ἀσίδηρος: niet van ijzer
regel 1107 ὁ πτόρθος: tak; ἀμβάτης: omhoog geklommen
regel 1109 κρυφαῖος: geheim
regel 1110 ἐξανασπάω: uitrukken
regel 1111 χαμαιριφής: op de grond geworpen
regel 1112 τὸ οἴμωγμα: jammerklacht
Euripides, Bacchae 1063-1113
Vraag 15 2 punten
Regel 1066-1069 κυκλοῦτο t/m γῆν. In deze regels gebruikt de spreker twee beelden in het stilistisch middel vergelijking. Noteer in eigen woorden de twee beelden en het tertium comparationis.
Bekijk het antwoord
- Noemt de twee beelden: een boog en een wiel. (1p)
- Noemt het tertium comparationis: het gekromd worden / het krom zijn. (1p)
Voor het eerste deel van het antwoord geldt: het scorepunt alleen toekennen wanneer beide onderdelen van het deelantwoord juist zijn. Of woorden van overeenkomstige strekking.
Vraag 16 2 punten
Regel 1070-1075 Πενθέα t/m μαινάδας. Deze regels worden door W. Courteaux en B. Claes als volgt vertaald: “Hij zette Pentheus op de tak en vervolgens liet hij de den weer overeind komen zonder hem los te laten, heel voorzichtig om de man op zijn tak niet weg te slingeren. Hoog in de lucht rees nu de den met mijn meester in de top; zelf kon hij de vrouwen amper zien, maar des te beter zagen zij hem.” a) Citeer het Griekse tekstelement dat in de vertaling is weergegeven met ‘zonder hem los te laten’. In de vertaling is het stilistisch middel metafoor uit de regels 1073-1075 (ὀρθὴ t/m μαινάδας) niet overgenomen. b) Citeer uit deze regels het Griekse woord dat metaforisch gebruikt is.
Bekijk het antwoord
- a) Citeert διὰ χερῶν (regel 1071) als het tekstelement dat met ‘zonder hem los te laten’ is weergegeven. (1p)
- b) Citeert νώτοις (regel 1074) als het metaforisch gebruikte woord. (1p)
Vraag 21 2 punten
Regel 1105-1109 Ἐπεὶ t/m κρυφαίους. a) Leg uit dat in deze regels het narratologisch middel dramatische ironie wordt gebruikt. b) Verdedig de stelling dat de vrees die Agaue in deze regels uit, bizar is, gezien een opmerking die ze in deze regels maakt.
Bekijk het antwoord
- a) Legt uit dat het publiek weet dat het vermeende dier Agaues eigen zoon Pentheus is, terwijl Agaue dat niet weet. (1p)
- b) Wijst erop dat Agaue spreekt over een wild dier dat iets zou kunnen gaan vertellen, terwijl een wild dier niet kan spreken om iets te verraden. (1p)
Bij a het scorepunt alleen toekennen wanneer enerzijds is ingegaan op de kennis van het publiek of het ontbreken hiervan bij Agaue en anderzijds op de inhoud van die kennis. Of woorden van overeenkomstige strekking.
2019, tijdvak 1: Tekst 1
Opgavetekst
Tekst 1 De Corinthiër Socles vertelt over de aanslag op de zoon van Labda.
[1] Τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον, τότε
[2] δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο, αὐτίκα καὶ τὸ πρότερον συνῆκαν
[3] ἐὸν συνῳδὸν τῷ Ἠετίωνος. Συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ,
[4] ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι. Ὡς δ’ ἔτεκε ἡ
[5] γυνὴ τάχιστα, πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο
[6] Ἠετίων ἀποκτενέοντας τὸ παιδίον. Ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ
[7] παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον· ἡ δὲ Λάβδα
[8] εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο καὶ δοκέουσά σφεας
[9] φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί.
[10] Τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατ’ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα [τὸ
[11] παιδίον] προσουδίσαι. Ἐπείτε ὦν ἔδωκε φέρουσα ἡ Λάβδα, τὸν λαβόντα
[12] τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον, καὶ τὸν φρασθέντα τοῦτο
[13] οἶκτός τις ἴσχει ἀποκτεῖναι, κατοικτίρας δὲ παραδιδοῖ τῷ δευτέρῳ, ὁ δὲ τῷ
[14] τρίτῳ, οὕτω τε διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον, οὐδενὸς
[15] βουλομένου διεργάσασθαι. Ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ
[16] ἐξελθόντες ἔξω, ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι
[17] καὶ μάλιστα τοῦ πρώτου λαβόντος, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα, ἐς
[18] ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου
[19] μετίσχειν.
[20] Ἔδει δὲ ἐκ τοῦ Ἠετίωνος γόνου Κορίνθῳ κακὰ ἀναβλαστεῖν. Ἡ Λάβδα
[21] γὰρ πάντα ταῦτα ἤκουε ἑστεῶσα πρὸς αὐτῇσι τῇσι θύρῃσι· δείσασα δὲ μή
[22] σφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντες τὸ παιδίον ἀποκτείνωσι, φέρουσα
[23] κατακρύπτει ἐς τὸ ἀφραστότατόν οἱ ἐφαίνετο εἶναι, ἐς κυψέλην,
[24] ἐπισταμένη ὡς εἰ ὑποστρέψαντες ἐς ζήτησιν ἀπικνεοίατο, πάντα
[25] ἐρευνήσειν μέλλοιεν· τὰ δὴ καὶ ἐγένετο. Ἐσελθοῦσι δὲ καὶ διζημένοισι
[26] αὐτοῖσι ὡς οὐκ ἐφαίνετο, ἐδόκεε ἀπαλλάσσεσθαι καὶ λέγειν πρὸς τοὺς
[27] ἀποπέμψαντας ὡς πάντα ποιήσειαν τὰ ἐκεῖνοι ἐνετείλαντο.
[28] Οἱ μὲν δὴ ἀπελθόντες ἔλεγον ταῦτα· Ἠετίωνι δὲ μετὰ ταῦτα ὁ παῖς
[29] ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆς κυψέλης
[30] ἐπωνυμίην Κύψελος οὔνομα ἐτέθη. Ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ
[31] Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηστήριον ἐν Δελφοῖσι, τῷ πίσυνος
[32] γενόμενος ἐπεχείρησέ τε καὶ ἔσχε Κόρινθον. Ὁ δὲ χρησμὸς ὅδε ἦν·
[33] Ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
[34] Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,
[35] αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.
[36] Τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύσας δὲ ὁ Κύψελος τοιοῦτος δή
[37] τις ἀνὴρ ἐγένετο· πολλοὺς μὲν Κορινθίων ἐδίωξε, πολλοὺς δὲ χρημάτων
[38] ἀπεστέρησε, πολλῷ δέ τι πλείστους τῆς ψυχῆς.
Aantekeningen
regel 1: ἀτέκμαρτος onbegrijpelijk
regel 9: ἡ φιλοφροσύνη vriendelijkheid; ἐγχειρίζω in handen geven
regel 11: προσουδίζω tegen de grond gooien
regel 12: προσγελάω toelachen
regel 13: κατοικτίρω medelijden hebben
regel 15: διεργάζομαι doden
regel 16: καταιτιάομαι beschuldigen
regel 19: μετίσχω + genitivus meedoen aan
regel 20: ἀναβλαστάνω voortspruiten
regel 22: μεταδοκέει + dativus van plan veranderen
regel 23: ἄφραστος onverwacht; ἡ κυψέλη kist
regel 25: ἐρευνάω doorzoeken
regel 29: ἡ κυψέλη kist
regel 31: ἀμφιδέξιος tweeledig
regel 33: ἐσκαταβαίνω binnengaan
Herodotus, Historiën 5.92γ-ε
Vraag 2 1 punt
Regel 1-4 Τοῦτο t/m διαφθεῖραι. In deze regels komt het voor Herodotus kenmerkende verschijnsel kop-staartconstructie voor.
Citeer de twee Griekse woorden die de kop-staartconstructie vormen.
Bekijk het antwoord
- Citeert συνῆκαν (regel 2) en Συνέντες (regel 3), beide. (1p)
Alleen een scorepunt toekennen wanneer beide onderdelen van het antwoord juist zijn.
2019, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Gelo’s reactie op het verzoek van de Grieken
[1] Οἱ μὲν ταῦτα ἔλεγον, Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε· “ Ἄνδρες
[2] Ἕλληνες, λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε ἐμὲ σύμμαχον ἐπὶ τὸν
[3] βάρβαρον παρακαλέοντες ἐλθεῖν. Αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος
[4] βαρβαρικοῦ στρατοῦ συνεπάψασθαι, ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος
[5] συνῆπτο, ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς
[6] Ἐγεσταίων φόνον ἐκπρήξασθαι, ὑποτείνοντός τε τὰ ἐμπόρια
[7] συνελευθεροῦν ἀπ’ ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι,
[8] οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε τὸν Δωριέος φόνον
[9] ἐκπρηξόμενοι, τό τε κατ’ ὑμέας τάδε πάντα ὑπὸ βαρβάροισι νέμεται.
[10] Ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέστη. Νῦν δὲ ἐπειδὴ περιελήλυθε
[11] ὁ πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας, οὕτω δὴ Γέλωνος μνῆστις γέγονε.
[12] Ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι ὑμῖν, ἀλλ’ ἕτοιμός εἰμι
[13] βοηθέειν παρεχόμενος διηκοσίας τε τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ
[14] δισχιλίην ἵππον καὶ δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ
[15] δισχιλίους ἱπποδρόμους ψιλούς· σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ, ἔστ’
[16] ἂν διαπολεμήσωμεν, ὑποδέκομαι παρέξειν. Ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε
[17] ὑπίσχομαι, ἐπ’ ᾧ τε στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς
[18] τὸν βάρβαρον· ἐπ’ ἄλλῳ δὲ λόγῳ οὔτ’ ἂν αὐτὸς ἔλθοιμι οὔτ’ ἂν ἄλλους
[19] πέμψαιμι.”
[20] Ταῦτα ἀκούσας οὔτε ἠνέσχετο ὁ Σύαγρος εἶπέ τε τάδε· “ Ἦ κε μέγ’
[21] οἰμώξειε ὁ Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρτιήτας τὴν ἡγεμονίην
[22] ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε καὶ Συρηκοσίων. Ἀλλὰ τούτου μὲν τοῦ
[23] λόγου μηκέτι μνησθῇς, ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν. Ἀλλ’ εἰ μὲν
[24] βούλεαι βοηθέειν τῇ Ἑλλάδι, ἴσθι ἀρξόμενος ὑπὸ Λακεδαιμονίων· εἰ δ’
[25] ἄρα μὴ δικαιοῖς ἄρχεσθαι, σὺ δὲ μηδὲ βοηθέειν.”
[26] Πρὸς ταῦτα ὁ Γέλων, ἐπειδὴ ὥρα ἀπεστραμμένους τοὺς λόγους τοῦ
[27] Συάγρου, τὸν τελευταῖόν σφι τόνδε ἐξέφαινε λόγον· “ Ὦ ξεῖνε Σπαρτιῆτα,
[28] ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει ἐπανάγειν τὸν θυμόν· σὺ μέντοι
[29] ἀποδεξάμενος ὑβρίσματα ἐν τῷ λόγῳ οὔ με ἔπεισας ἀσχήμονα ἐν τῇ
[30] ἀμοιβῇ γενέσθαι. Ὅκου δὲ ὑμεῖς οὕτω περιέχεσθε τῆς ἡγεμονίης, οἰκὸς καὶ
[31] ἐμὲ μᾶλλον ὑμέων περιέχεσθαι, στρατιῆς τε ἐόντα πολλαπλησίης ἡγεμόνα
[32] καὶ νεῶν πολλὸν πλεύνων. Ἀλλ’ ἐπείτε ὑμῖν ὁ λόγος οὕτω προσάντης
[33] κατίσταται, ἡμεῖς τι ὑπείξομεν τοῦ ἀρχαίου λόγου. Εἰ τοῦ μὲν πεζοῦ ὑμεῖς
[34] ἡγέοισθε, τοῦ δὲ ναυτικοῦ ἐγώ· εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλασσαν
[35] ἡγεμονεύειν, τοῦ πεζοῦ ἐγὼ θέλω. Καὶ ἢ τούτοισι ὑμέας χρεόν ἐστι
[36] ἀρκέεσθαι ἢ ἀπιέναι συμμάχων τοιῶνδε ἐρήμους.”
[37] Γέλων μὲν δὴ ταῦτα προετείνετο, φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος τὸν
[38] Λακεδαιμονίων ἀμείβετό μιν τοισίδε· “ Ὦ βασιλεῦ Συρηκοσίων, οὐκ
[39] ἡγεμόνος δεομένη ἡ Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ, ἀλλὰ στρατιῆς.”
Aantekeningen
regel 1 ἔγκειμαι tekeergaan
regel 2 πλεονέκτης egoïstisch
regel 4 βαρβαρικός niet-Grieks
regel 4 συνεπάπτομαι + genitivus samen aanvallen
regel 6 ὑποτείνω beloven
regel 7 συνελευθερόω tegelijk bevrijden; ἡ ἐπαύρεσις winst
regel 11 ἡ μνῆστις herinnering
regel 13 δισμύριοι twintigduizend
regel 14 δισχίλιος tweeduizendkoppig; δισχίλιοι tweeduizend
regel 14 ὁ σφενδονήτης slingeraar
regel 15 δισχίλιοι tweeduizend; ὁ ἱπποδρόμος cavalerist
regel 16 διαπολεμέω de oorlog ten einde brengen
regel 27 Σπαρτιήτης Spartaans
regel 28 ἐπανάγω opwinden
regel 31 πολλαπλήσιος vele malen groter
regel 32 προσάντης onaangenaam
regel 36 ἀρκέομαι + dativus zich tevredenstellen met
Herodotus, Historiën 7.158-161.1
Vraag 20 2 punten
Regel 3-9 (Αὐτοὶ t/m νέμεται). In deze regels maakt Herodotus gebruik van een tautologie. a. Citeer de twee Griekse woorden die samen de tautologie vormen. b. Leg uit wat met deze tautologie benadrukt wordt.
Bekijk het antwoord
- a. ὠφελίαι, ἐπαυρέσιες (regel 7) (1p)
- b. Er wordt benadrukt dat de Grieken veel voordeel van Gelo’s optreden hebben gehad. (1p)
Bij a alleen een scorepunt toekennen wanneer beide woorden juist zijn. Niet fout rekenen wanneer ὠφελίαι τε καὶ ἐπαυρέσιες (regel 7) is gegeven.
Vraag 28 1 punt
Regel 39 (ἡ Ἑλλὰς). Noteer de naam van het stilistisch middel dat hier is gebruikt.
Bekijk het antwoord
- Personificatie of metonymia (1p)
Of woorden van overeenkomstige strekking.
2018, tijdvak 1: Tekst 3
Vraag 14 2 punten
Regel 159-162 Ὡς t/m ὤμοις
In de homerische vergelijking in deze regels heeft een van de genoemde personages een rol in zowel het beeld als in het afgebeelde.
Noteer de naam van het desbetreffende personage en beschrijf zowel de rol in het beeld als de rol in het afgebeelde in eigen woorden.
Bekijk het antwoord
- Athene is (in het beeld) de leermeester van een ambachtsman. (1p)
- Athene zorgt er (in het afgebeelde) voor dat Odysseus er mooi uitziet. (1p)
Niet fout rekenen wanneer de antwoorden in omgekeerde volgorde zijn genoteerd. Wanneer ‘het afgebeelde’ en ‘het beeld’ expliciet zijn verwisseld, één scorepunt in mindering brengen. Wanneer als personage Hephaestus is gegeven in plaats van Athene, geen scorepunten toekennen.
2018, tijdvak 2: Tekst 1
Opgavetekst
Tekst 1 Odysseus en Eurycleia
[467] Τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
[468] γνῶ ῥ᾽ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
[469] ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
[470] ἂψ δ᾽ ἑτέρωσ᾽ ἐκλίθη· τὸ δ᾽ ἐπὶ χθονὸς ἐξέχυθ᾽ ὕδωρ.
[471] Τὴν δ᾽ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
[472] δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
[473] Ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
[474] “ Ἦ μάλ᾽ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ᾽ ἐγώ γε
[475] πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ᾽ ἐμὸν ἀμφαφάασθαι.”
[476] Ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
[477] πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
[478] Ἡ δ᾽ οὔτ᾽ ἀθρῆσαι δύνατ᾽ ἀντίη οὔτε νοῆσαι·
[479] τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
[480] χείρ᾽ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
[481] τῇ δ᾽ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε·
[482] “Μαῖα, τίη μ᾽ ἐθέλεις ὀλέσαι; Σὺ δέ μ᾽ ἔτρεφες αὐτὴ
[483] τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ᾽ ἄλγεα πολλὰ μογήσας
[484] ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
[485] Ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
[486] σίγα, μή τίς τ᾽ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
[487] Ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
[488] εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
[489] οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ᾽ ἂν ἄλλας
[490] δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.”
[491] Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
[492] “Τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
[493] Οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ᾽ ἐπιεικτόν,
[494] ἕξω δ᾽ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
[495] Ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
[496] εἴ χ᾽ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
[497] δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
[498] αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλίτιδές εἰσι.”
[499] Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
[500] “Μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; Οὐδέ τί σε χρή.
[501] Εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ᾽ ἑκάστην·
[502] ἀλλ᾽ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.”
[503] Ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
[504] οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερ᾽ ἔκχυτο πάντα.
[505] Αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ᾽ ἐλαίῳ,
[506] αὖτις ἄρ᾽ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
[507] θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
Aantekeningen
Τὴν: verwijst naar Odysseus’ litteken (regel 467)
καναχέω: rammelen (regel 469)
ἀμφαφάομαι: rondom betasten (regel 475)
ἐσδέρκομαι, aoristus ἐσέδρακον: kijken naar (regel 476)
ἡ φάρυξ, φάρυγος: keel (regel 480)
ἐπιεικτός: bedwingbaar (regel 493)
νηλῖτις, -ιδος: onschuldig (regel 498)
διέκ: door … naar buiten (regel 503)
τὸ ποδάνιπτρον: water om voeten te wassen (regel 504)
λίπα: glanzend (regel 505)
ἀσσοτέρω + genitivus: dichter bij (regel 506)
θέρομαι, futurum θέρσομαι: zich warmen (regel 507)
ἡ οὐλή: litteken
Homerus, Odyssee 19.467-507
Vraag 8 1 punt
Regel 493-494 Οἶσθα t/m σίδηρος: noteer in het Nederlands het tertium comparationis van deze vergelijking.
Bekijk het antwoord
- Onwrikbaarheid, standvastigheid of hardheid (of woorden van overeenkomstige strekking) (1p)
2018, tijdvak 2: Tekst 2
Opgavetekst
Tekst 2 Odysseus en de vrijers
[1] Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
[2] ἆλτο δ᾽ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
[3] ἰῶν ἐμπλείην, ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
[4] αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
[5] “Οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
[6] νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
[7] εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.”
[8] Ἦ καὶ ἐπ᾽ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
[9] Ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
[10] χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
[11] ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
[12] μέμβλετο· τίς κ᾽ οἴοιτο μετ᾽ ἀνδράσι δαιτυμόνεσσι
[13] μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
[14] οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
[15] Τὸν δ᾽ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
[16] ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή.
[17] Ἐκλίνθη δ᾽ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
[18] βλημένου, αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
[19] αἵματος ἀνδρομέοιο· θοῶς δ᾽ ἀπὸ εἷο τράπεζαν
[20] ὦσε ποδὶ πλήξας, ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε·
[21] σῖτός τε κρέα τ᾽ ὀπτὰ φορύνετο. Τοὶ δ᾽ ὁμάδησαν
[22] μνηστῆρες κατὰ δώμαθ᾽, ὅπως ἴδον ἄνδρα πεσόντα,
[23] ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
[24] πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
[25] οὐδέ που ἀσπὶς ἔην οὐδ᾽ ἄλκιμον ἔγχος ἑλέσθαι.
[26] Νείκειον δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
[27] “Ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ᾽ ἀέθλων
[28] ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
[29] Καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ᾽ ἄριστος
[30] κούρων εἰν Ἰθάκῃ· τῷ σ᾽ ἐνθάδε γῦπες ἔδονται.”
[31] Ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
[32] ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
[33] ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπτο.
[34] Τοὺς δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
[35] “ Ὦ κύνες, οὔ μ᾽ ἔτ᾽ ἐφάσκεθ᾽ ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι
[36] δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
[37] δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
[38] αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
[39] οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
[40] οὔτε τιν᾽ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
[41] νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.”
[42] Ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε·
[43] πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον·
[44] Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
[45] “Εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
[46] ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
[47] πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ᾽ ἐπ᾽ ἀγροῦ.
[48] Ἀλλ᾽ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
[49] Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
[50] οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
[51] ἀλλ᾽ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
[52] ὄφρ᾽ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
[53] αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
[54] Νῦν δ᾽ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
[55] σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
[56] ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
[57] τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
[58] χαλκόν τε χρυσόν τ᾽ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
[59] ἰανθῇ· πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.”
Aantekeningen
γυμνόομαι + genitivus: zich ontdoen van (regel 1)
ἀάατος: onbedrieglijk (regel 5)
τὸ ἄλεισον: bokaal (regel 9)
ἄμφωτος: met twee oren (regel 10)
ὁ αὐλός: straal (regel 18)
ἀνδρόμεος: mensen- (regel 19)
ἔραζε: op de grond (regel 20)
φορύνω: bezoedelen (regel 21)
ὁμαδέω: door elkaar schreeuwen
χολωτός: vertoornd (regel 26)
τοξάζομαι + genitivus: met de boog schieten naar (regel 27)
γύψ, γυπός: gier (regel 30)
ὑπότροπος: terugkerend (regel 35)
κατακείρω: plunderen (regel 36)
παρευνάζομαι + dativus: bij iemand slapen (regel 37)
ὑπομνάομαι: naar iemands hand dingen (regel 38)
ἐπιάλλω: veroorzaken (regel 49)
ἐκπίνω: uitdrinken (regel 56)
ἐεικοσάβοιος: twintig koeien waard (regel 57)
νεμεσσητός: kwalijk te nemen (regel 59)
Homerus, Odyssee 22.1-59
Vraag 14 1 punt
Regel 5-7 Οὗτος t/m Ἀπόλλων: μὲν in regel 5 markeert het eerste element van een tegenstelling. Beschrijf in eigen woorden beide elementen van deze tegenstelling.
Bekijk het antwoord
- Beide elementen juist: de (eerste) proef met de bijlen/boog is achter de rug; nu worden de pijlen op een ander doel / de vrijers / Antinoos / mensen gericht (of woorden van overeenkomstige strekking) (1p)
Alleen een scorepunt toekennen wanneer beide onderdelen van het antwoord juist zijn. Het eerste element: de eerste proef met de bijlen of boog is achter de rug. Het tweede element: nu worden de pijlen op een ander doel gericht (de vrijers, Antinoos of mensen).
Vraag 15 2 punten
Regel 12-14 τίς t/m μέλαιναν. a. Van welk stilistisch middel is deze zin in zijn geheel een voorbeeld? In deze zin komt ook een tegenstelling voor. b. Beschrijf deze tegenstelling in eigen woorden.
Bekijk het antwoord
- 15a: retorische vraag (1p)
- 15b: één tegenover velen (of woorden van overeenkomstige strekking) (1p)
Onderdeel b: niet fout rekenen wanneer dinerende mannen of gasten tegenover dood en verderf is gegeven.
Hoe vaak stijlfiguren in het examen komt
| Examen | Vragen | Aantal | Aandeel |
|---|---|---|---|
| 2024, tijdvak 1 | 8 | 1 | 4% |
| 2024, tijdvak 2 | 4, 12-13, 19 | 4 | 17% |
| 2023, tijdvak 2 | 1-2 | 2 | 8% |
| 2022, tijdvak 1 | 5, 9, 17-18, 21-22 | 6 | 24% |
| 2022, tijdvak 2 | 8, 18 | 2 | 8% |
| 2022, tijdvak 3 | 1-2, 7-8 | 4 | 21% |
| 2021, tijdvak 1 | 3, 8, 13, 21 | 4 | 16% |
| 2021, tijdvak 2 | 16-17, 21-22, 24 | 5 | 20% |
| 2021, tijdvak 3 | 15-16, 21 | 3 | 12% |
| 2019, tijdvak 1 | 2 | 1 | 4% |
| 2019, tijdvak 2 | 20, 28 | 2 | 7% |
| 2018, tijdvak 1 | 14 | 1 | 4% |
| 2018, tijdvak 2 | 8, 14-15 | 3 | 11% |
In 13 van de 18 ingedeelde examens Griekse taal en cultuur vwo staat een vraag over stijlfiguren, samen 38 vragen (8% van alle examenvragen). De meeste stonden in 2022, tijdvak 1: 6 vragen. In de examens van 2024 tot en met 2026 ging 3% van de vragen over stijlfiguren, daarvoor 11%. Het onderwerp krijgt de laatste jaren minder ruimte.
Oefenen met stijlfiguren
Maak de 15 nieuwste examenvragen over stijlfiguren online, zonder account, of kies de vragen uit één jaar (2024, 2023, 2022, 2021, 2019 en 2018). Het AI-model kijkt ze na volgens het correctievoorschrift, je docent keurt het resultaat goed en je krijgt per vraag je punten en feedback in je mail.
Oefen de vragen over stijlfiguren
Andere onderwerpen Griekse taal en cultuur vwo
Nakijken als docent
Kies het examen in de vragenbank
In de vragenbank van ToetsChecker staat elk examen Griekse taal en cultuur vwo onder Eindexamens. Je neemt de examenvragen over in een eigen toets, alles of een selectie, of je leest het examen met het correctievoorschrift in als correctiemodel.
Laat de klas het examen maken
Op papier, zoals het echte examen: je scant de stapel in één keer of mailt de scan naar je scanadres. Of online, als digitale toetsafname met toezicht; de opgavetekst staat dan als bron bij elke vraag. Afbeeldingen uit het examen gaan niet mee, die staan in de PDF van de opgaven.
Geef de resultaten vrij
Het AI-model kijkt elk examen na volgens het correctievoorschrift en schrijft feedback per vraag. Bij een oefenexamen geef je alles in één keer vrij; bij een toets die meetelt loop je het voorstel eerst na. De leerling ziet het resultaat pas na jouw vrijgave.
ToetsChecker is geen examensite: je kijkt er ook je eigen SO's, proefwerken, praktische opdrachten en verslagen mee na, handgeschreven of digitaal, met jouw correctiemodel en feedback per vraag. Een gratis account heeft alle functies en 200 credits per maand, genoeg om ongeveer 100 toetsen te laten nakijken. Maak een gratis account of lees eerst hoe het nakijken werkt.
Alle oefentoetsen en eindexamens van dit vak staan op Grieks oefenen. Wat je op je centraal examen nodig hebt om te slagen, reken je uit met de slaag-zakcalculator.
Veelgestelde vragen
Hoe vaak komt stijlfiguren voor in het eindexamen Griekse taal en cultuur vwo?
In de 18 ingedeelde examens van 2018 tot en met 2026 gaan 38 vragen over stijlfiguren, 8% van alle examenvragen. Het onderwerp staat in 13 van die examens.
In welk examen Griekse taal en cultuur vwo stonden de meeste vragen over stijlfiguren?
In het examen van 2022, tijdvak 1, met 6 vragen: 5, 9, 17-18, 21-22.
Hoe oefen ik examenvragen over stijlfiguren?
Op deze pagina staan alle vragen over stijlfiguren met het antwoord. Je maakt ook de 15 nieuwste vragen online, of die van één jaar, zonder account: het AI-model kijkt ze na, je docent keurt het resultaat goed en je krijgt per vraag feedback.